# Dialexeis Subsection b-4-Subsection f

Maximus of Tyre, Dialexeis, Subsection b to Subsection f. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20b-4

Τοῦτό γε τὸ ὄχημα, ἀράμενον ὄρνιθος δίκην, διαπτήσεται πανταχοῦ· εἰ δὲ ἀπιστεῖς, πείρᾳ μάθεʼ. Τοῦτο καὶ περὶ γεωμετρίας λέγει τὶς θεῶν, ἢ ἐκείνη ἡ θεὸς ἡ Ἀθηνᾶ λέγει· ῾ Ἐκεῖσε βλέψον· ὁρᾷς τουτὶ τὸ ὑπὲρ κεφαλῆς θέαμα, τὸ καλόν, τὸ ποικίλον, ἐληλαμένον περὶ γῆν ἐν κύκλῳ καὶ περὶ αὐτὴν ἑλιττόμενον, μεστὸν ἄστρων, ἥλιον φέρον, σελήνην ἔχον; τοῦτο ὅ, τι μέν ἐστιν |οὐκ οἶσθα, δοκεῖς δὲ ὁρᾶν καὶ εἰδέναι. Ἀλλὰ ἐγώ σε, ὦ οὗτος, ἀνάξω κεῖσε ἠπειρώτην ὄντα, ὄχημά σοι πηξαμένη κοῦφον, παραδοῦσα γεωμετρίᾳ· ἥ σε τὰ μὲν πρῶτα ἔνδον ἐν τῷ λιμένι ὀχήσει, ἐθίζουσα ἀνέχεσθαι τῆς πορείας, καὶ μὴ ἰλιγγιᾶν πρὸς τὸ πέλαγος, μηδὲ ἀποδειλιᾶν πρὸς τὸ πέλαγος· ἔπειτα ἀγαγοῦσα ἔξω τοῦ λιμένος, εἰς καθαρὸν καὶ εὔδρομον τὸ τῶν ὄντων πέλαγος ἀνάξει, κεῖσʼ, ὅθι τʼ ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι, καὶ ἀντολαὶ ἠελίοιο καὶ σελήνης αὐγαὶ καὶ τῶν ἄλλων ἀκηράτων σωμάτων. Ἕως δὲ ἀθέατος τούτων εἶ, μένεις εὐδαιμονίας ἀμέτοχος, ἄμοιρος.ʼ

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
