# Dialexeis Subsection b-6-Subsection h

Maximus of Tyre, Dialexeis, Subsection b to Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20b-6

Ἐὰν δὲ ἀφέλῃς τὴν τύχην, τὸν στρατιώτην ἐξοπλίζεις· κἂν τὸν στρατιώτην ἀφέλῃς, ἀποχειροτονεῖς τὸν στρατηγόν· τιμιώτερον δὲ καὶ στρατιώτης ὅπλων, καὶ στρατιώτου στρατηγός. Ἐὰν δὲ δυοῖν θάτερον, ἢ τὸν στρατηγὸν τιμῶν τὰ λοιπὰ ἀτιμάσῃς, τί χρήσεται ὁ στρατηγὸς τῇ τέχνῃ; ἢ καὶ ταῦτα εἰσάγων ἰσοτιμίαν νέμῃς, τί χρήσεται τέχνη τῷ στρατηγῷ; Ἀρχέτω ψυχή, στρατευέτω τὸ σῶμα, συναγωνιζέσθω ἡ τύχη· πάντα ἐπαινῶ, πάντα δέχομαι· ἀλλὰ τὴν ἰσοτιμίαν αὐτῶν ἀφαιρῶ. Οὐχ ὁρᾷς καὶ τὸν ἐν θαλάττῃ πλοῦν, ἔνθα ὁ μὲν κυβερνήτης ἄρχει, ὡς ψυχὴ σώματος· ἡ δὲ ναῦς ἄρχεται, ὡς ὑπὸ ψυχῆς σῶμα· τὰ δὲ πνεύματα ἐπιρρεῖ, ὡς ταῖς ἀρεταῖς ἡ τύχη; Ἐὰν δὲ χειμὼν ἐπιγένηται, καὶ μένῃ μὲν ἡ ναῦς, μένῃ δὲ ὁ κυβερνήτης, ἐλπὶς σωτηρίας, κἂν οἴχηται ἡ ναῦς ὀρθά, | ἢ κατακλύζεται, διὰ τῆς τέχνης· ἐὰν δὲ ἀπὸ τοῦ κυβερνήτου ἄρξῃ, καὶ ἐκεῖνον ἀφέλῃς, ἀχρεῖος μὲν ἡ ναῦς κειμένη· ἀχρεῖος δὲ ἡ ἐπιρροὴ τῶν πνευμάτων, κἂν φέρῃ. Καὶ διὰ τοῦτο ἐν μὲν θαλάττῃ καὶ νηῒ καὶ πλῷ τιμιώτατον ὁ κυβερνήτης, καὶ μετὰ τοῦτον ἡ ναῦς, καὶ μετὰ ταύτην ἡ ἔξωθεν ἐπικουρία· ἐν δὲ τῷ τοῦ βίου τούτῳ δρόμῳ τιμιώτατον μὲν ἡ ψυχή, μετὰ δὲ ταύτην τὸ σῶμα, καὶ τρίτον ἡ τύχη· τὰ δὲ τοῦ τιμιωτέρου ἀγαθὰ τῶν ἧττον τιμίων τιμιώτερα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
