# Dialexeis Subsection c-7-Subsection g

Maximus of Tyre, Dialexeis, Subsection c to Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20c-7

τὸν ποταμῶν χορηγόν, τὸν καρπῶν τροφέα, τὸν ζῴων γεννητήν, τὸν γενέθλιον, τὸν ὑέτιον, τὸν ἐπικάρπιον, τὸν πατρῷον, τὸν φυτάλμιον· οὗ ὁ νοῦς ἀρραγὴς ὤν καὶ ἄτρυτος καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἀμηχάνῳ τάχει, ὡς προσβολὴ ὄψεως, πᾶν κοσμεῖ ὅτου ἂν ἐπαφήσηται· καθάπερ καὶ αἱ παρʼ ἡλίου ἀκτῖνες προσπεσοῦσαι τῇ γῇ λαμπρύνουσιν αὐτῆς τὸ καταληφθὲν πᾶν. Τίς δέ ἐστιν ὁ τῆς ἐπαφῆς ταύτης τρόπος, ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω· ᾐνίξατο δὲ αὐτὴν ἠρέμα Ὅμηρος, (Α 528) ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. μοῦ δὲ τῷ Διὸς νεύματι γῆ ξυνέστη, καὶ ὅσα γῆς θρέμματα, καὶ θάλασσα ξυνέστη, καὶ ὅσα θαλάττης γεννήματα, καὶ ἀὴρ ξυνέστη, καὶ ὅσα ἀέρος φορήματα, καὶ οὐρανὸς ξυνέστη, καὶ ὅσα ἐν οὐρανῷ κινήματα. Ταῦτα ἔργα τῶν Διὸς νευμάτων· μέχρι τούτων ἀδεὴς εἰμὶ χρησμῳδίας, καὶ Ὁ|μήρῳ πείθομαι, καὶ πιστεύω Πλάτωνι, καὶ οἰκτείρω τὸν Ἐπίκουρον.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
