# Peri Ton Alyton Antitheseon 579.6-27

Maximus Planudes, Peri Ton Alyton Antitheseon, 579.6 to 579.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/peri-ton-alyton-antitheseon/579.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/peri-ton-alyton-antitheseon/579.6

α. Ἐν μὲν οὖν προσοχήματι τοῦ δοκεῖν λύειν ἄλυτον οὔσαν τὴν ἀντίθεσιν ἀντικατηγορεῖ ὁ ῥήτωρ ἐν τῷ κατ’ Αἰσχίνου· κακῶς οἱ στρατηγοὶ ἔχωοντο τῷ πολέμῳ, καὶ διὰ τοῦτο εἰρήνην ἐπράξαμεν· οὐ δυνάμενος λύσαι ταύτην ὁ ῥήτωρ ἀντικατηγορῶν φάσκει· 12 „ἂν δὴ ταῦτα λέγῃ, 10 πρὸς θεῶν ἐρωτήσατε αὐτὸν μεμνημένωι, πότερον ἐξ ἑτέρας τινὸς πόλεως ὤχετο πρεσβευὼν ἢ ταύτης αὐτῆς· εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν 13 κεκρατηκέναι τε τῷ πολέμῳ φήσει, καὶ χρηστοὺς ἔχειν στρατηγοὺς, εἰκῶτος χρήματα εἴληφεν· εἰ δὲ ἐκ ταύτης αὐτῆς, τίνος ἕνεκα ἐφ’ 15 οἷς ἡ πέμψασα πόλις τῶν αὐτῆς ἀφέστηκεν, ἐπὶ τούτοις οὕτως δῶρα προσλαβὼν φαίνεται·“ ἀδυνατῶν γὰρ δεῖξαι, ὅτι οὐ κακῶς οἱ στρατηγοὶ ἐπολέμουν, διὰ τοῦτο οὖν φησὼν ἀντικατηγορῶν, „δῶρα εἴληφας.“ β. Ἐὰν δὲ μὴ ἔχῃς λύσαι ἀντίθεσιν, εὐπροσώπως 20 ἀναβάλλῃ τὰς λύσεις τῶν εἰρημένων· εἰς ἕτερον χρόνον παρέξομαι· ἢ νῦν διὰ τοῦτο οὐ πεποίηκα, ἢ παρὰ τῷδε ποιήσω· οὕτως ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος· 14 ἂν τοίνυν λέγῃ περὶ τοῦ τῆς ἐταιρήσεως νόμου, ὡς ὑβρίζομεν ἡμεῖς, καὶ βλασφημίας οὐχὶ προσηκούσας κατ’ αὐ- 25 τοῦ 15 ποιοῦμεθα, δεῖν πρὸς τοὺς θεσμοθέτας ἐλέγχειν, ἵνα ἐκεῖ περὶ χιλίων ἐκκινδυνεύωμεν· 16 ὑποβάλλετε αὐτῷ, ὅτι καὶ τοῦτο ποιήσομεν ὕστερον, ἐπειδὰν νῦν περὶ ὧν εἴσηκται δή λόγον· οὔτε γὰρ ἀδύνατος εἶναι δόξεις

---

Maximus Planudes, Peri Ton Alyton Antitheseon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003900.
