# Scholia Eis Ten Hermogenous Technen 225.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 225.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/225.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/225.1

ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ χρεώστης εἴ καὶ ὀφείλεις χρήματα, καὶ οὐ σόν ἐστι περὶ τούτων δικάζεσθαι· εἰ δὲ ἀρνήσαιτο 8 τὴν ὑφαίρεσιν, στοχαστικὴν δηλαδὴ ποιήσει τὴν στάσιν· εἰ δὲ συγχωρεῖ μὲν, ἄλλο δέ τι ὄνομα ἐπιθήσει τῇ πράξει, μήτε κλοπὴν εἶναι λέγων, μήτε ἱερουσίλιαν, ἀλλ’ οἷον, εἰ τύχοι, ἀπὸ ληρῶν ὁριστικὴν· εἰ δὲ ἐξὼν αὐτῷ λέγειν τὸ τοῦτο πεποιηκέναι, διὰ τὸ ἐκεῖνον ὀφείλειν, ἀντιληψιμὴ· εἰ δὴ μὴ εἶναι τὴν ἀρχὴν ἐκείνου λέγοι, ἀλλ’ ἑαυτοῦ, καὶ περὶ τούτου ἀμφισβητήσει, πραγματικὴ· εἰ δὲ προβάλοιτο τὴν ἀπορίαν καὶ τὸ ὑπὸ τῶν πολεμίων σεσυλησθαι, συγγνώμη· εἰ δὲ ἀντεγκαλέσει 9 τῷ χρεώστῃ, καὶ διὰ τὴν ἀγνωμοσύνην ἐκείνου φήσει τοῦτο πεποιηκέναι, ἀντέγκλημα· εἰ δὲ μηδὲν τοῦτο προὔσχοιτο, ἀνενέγκοι δὲ τὸ γεγονός ἐπὶ τὸν ἱερέα, μεταστατικὴν ποιήσει τὴν στάσιν. Ἄλλ’ ἔτι εἰσὶν οἱ λέγοντες, μὴ χρήσιμον εἶναι τὸ βιβλίον, ἀλλὰ καὶ βλάβης, ὡς δοκεῖ, αἴτιον, τῆς πείρας αὐτὸ διελεγχούσης· οἱ γὰρ ἀρχαιότεροι ῥήτορες, οἷον Ἀλσχίνης καὶ Δημοσθένης, πρὸ τοῦ συγγράμματος τούδε γενόμενοι, βελτίους ἡμῶν εἰσί, καὶ οὐδεὶς μετὰ τὸ σύγγραμμα τοῦτο ῥήτωρ ἀπέβη τοιούτος· πρὸς οὓς ἐστὶν ἐκεῖνο φάναι, ὡς ἐκείνοις ἡ μείζων ἐπιμέλεια καὶ ἀμείνων φύσις τὸ πρὸς ἡμᾶς παρέσχε διάφορον· ὅτι δὲ καὶ αὐτοὶ μεθόδους τινὰς εἶχον καὶ κανόνας, εἰ καὶ μὴ ἐν συγγράμμασιν, ἀλλ’ ἐκ παραδόσεως τῶν διδασκάλων, δηλοῖ μὲν καὶ Ἰσοκράτης ἐν τῷ κατὰ σοφιστῶν, δι’ ὧν φησι τὸν μὲν σοφιστὴν ὀφείλειν 10 δύο ταῦτα ποιεῖν, πρῶτον τοὺς κανόνας ἐκτιθεσθαι, ἔπειτα παρασκευάζειν τοὺς ἰδίους λόγους, εἰς παράδειγμα τῶν παραδεδομένων κανόνων· τὸν δὲ μαθητὴν εἰσφέρειν τρία τῷ διδασκάλῳ, εὐφρίαν, μνήμην, ἐπιμέλειαν. Δηλοῦσι δὲ καὶ οἱ ἀρχαῖοι διὰ τῶν ἐκτεθέντων αὐτοῖς λόγων·

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
