# Scholia Eis Ten Hermogenous Technen 226.3

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 226.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/226.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/226.3

Ἐπιγράφεται δὲ τέχνη ῥητορικὴ τὸ βιβλίον, καίτοι οὐ περὶ πάσης ἐνταῦθα τῆς ῥητορικῆς διαλέγεται, οὐ μόνον γὰρ οὐκ εἰς πάντα τὰ εἴδη τῆς ῥητορικῆς τὸ περὶ τῶν στάσεων συντελεῖ, ἀλλ’ οὐδὲ εἰς τέλειον λόγον· τοῖς γὰρ ἀγῶσι μόνον χρήσιμον· οἱ δὲ ἀγῶνες οὐ τέλειος λόγος, ἀλλὰ μέρος· ὅτι δὲ οὐκ εἰς πᾶν εἶδος συντελεῖ, δῆλον· περὶ γὰρ στάσεων διαλέγεται, οὐ πᾶν δὲ εἶδος στασιάζεται, μόνον δὲ τὸ δικανικόν· τοῦ δὲ συμβουλευτικοῦ τὸ μὲν στασιάζομενον μέρος καὶ ὁμάνυμον τῷ εἰδεῖ ὑποπίπτει ταῖς στάσεσι, τὸ δὲ ὁμολογοῦμενον, ὅπερ ἐστὶ τὸ παραινετικόν, οὐδαμῶς· ὁμοίως καὶ τὸ πανηγυρικὸν ὅλον ἀστασίαστον μένει. Ἡ τοίνυν προτροπῆς ἕνεκα τῶν νέων οὕτως ἐπιγράφεται, ἢ ὅτι γενικῷ ἐχρήσατο ὀνόματι· ὅσα γὰρ κατὰ τῶν γενῶν, ταῦτα καὶ κατὰ τῶν εἰδῶν λέγεται· ἢ τὸ γε ἀληθέστερον, ὅτι τὸ πᾶν τῆς τέχνης ἐνταῦθα θεωρεῖται, καὶ πρὸς τοῦτο ἕπεται τὸ σύστημα. Τὰ γὰρ προοίμια καὶ οἱ ἐπίλογοι διὰ τοὺς ἀγῶνας παρελήφθησαν· τὰ μὲν γὰρ κατασκευαστικὰ 12 τούτων εἰσίν, οἱ δὲ ἐπίλογοι ἀνακεφαλαιώσεις τούτων καὶ αὔξησις. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ περὶ ἰδεῶν πρὸς τὴν τοῦδε χρείαν γέγονεν, ὡς δεῖχθήσεται. Ἰστέον δέ, ὅτι τινὲς φασὶ καὶ πάντα τὰ εἴδη τῆς ῥητορικῆς στασιάζεσθαι, ἢ ἐνεργείᾳ, ἢ δυνάμει. Ἐνεργείᾳ μὲν, ὡς τὸ δικανικόν, καὶ τοῦ συμβουλευτικοῦ τὸ ἀμφιβαλλόμενον, ὡςπερ εἴρηται· δυνάμει δέ, τοῦ τε συμβουλευτικοῦ τὸ παραινετικόν, οἷον εἴ τις λέγοι, δεῖν τι-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
