# Scholia Eis Ten Hermogenous Technen 234.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 234.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/234.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/234.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἐφ’ ᾧ καὶ Δημοσθένης φησίν, ὅτι τὰ μὲν ἐν τῷ σώματι πάθη ἰατρικῇ θεραπεύεται, τὰς δὲ τῶν ψυχῶν ἀχριότητας, αἱ τῶν νόμων ἐξορίζουσι διάνοιαι· αἱ δὲ χρήσιμοι μὲν, οὐ μὴν ἀναγκαῖαι, ὡς ἡ γραμματική· αἱ δὲ οὔτ’ ἀναγκαῖαι, οὔτε χρήσιμοι, ὡς ἡ ἀρματηλατική· αἱ μὲν οὖν πρῶται μετὰ λόγου καὶ αἰσθήσεως ἐγνωσθησαν, τούτεστι τῆς φύσεως ἡμῶν δεηθείσης αὐτῶν· ὡς καὶ περὶ τῆς νομοθετικῆς Λυσίας φησίν, ὅτι ἐκ τοῦ γίνεσθαι τινὰ, ὧν μὴ δεῖ, τοὺς νόμους ἔθεντο οἱ παλαιοί· καὶ Σόλων ἐρωτηθείς, διὰ τί νόμον οὐκ ἔθετο κατὰ πατροκτόνον, ἔφη, μὴ πιστεύειν δύνασθαι τοῦτο ποιῆσαι τὴν φύσιν, αἱ δὲ δευτέραι τε καὶ τρίται ἐκ περιττῆς τινος ἐπινοίας ὑπέστησαν. ’Εξ ἀρχῆς· καὶ εἰ ἐξ ἀρχῆς κατελήφθησαν, τίς χάρις ’Ερμογένει, περὶ τούτων διαλαμβάνοντι; χάρις μὲν οὖν, ὅτι ταῦτα αὐτὸς διήρθρωσε καὶ ὡργάνωσεν, ὡς καὶ Ἀριστοτέλης τὰ τῆς φιλοσοφίας. ἐξ ἀρχῆς δὲ, οὐκ ἀφ’ οὐ γεγόνασιν ἄνθρωποι, ἀλλ’ ἀφ’ οὐ Κόραξ καὶ Τισίας εἰς φῶς τὰ τῆς ῥητορικῆς ἔργα προήγαγον· τὸ δὲ συγγυμνασθέντα τῷ χρόνῳ ἀντὶ τοῦ πείραν δόντα, δοκμασθέντα· δεῖ γὰρ πρὸς τῇ εὐρέσει καὶ γυμνασίας, ὡς ἐδήλωσε Δημοσθένης, οὐ τοιούτου ὧν περὶ τὸ πανηγυρικόν, οἷος περὶ τὰ λοιπὰ τῆς ῥητορικῆς ἦν εἴδη, διὰ τὴν περὶ αὐτὸ ἀμελετησίαν· τὸ δὲ ,,τῷ χρόνῳ,“ ὅτι αἱ μὴ χρήσιμοι τέχναι καὶ βιωφελεῖς ἀκμάσασαι πάλιν ἀπογίνονται.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
