# Scholia Eis Ten Hermogenous Technen 242.1-18

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 242.1 to 242.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/242.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/242.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ νέος πλούσιος, συνεχῶς ἀφορῶν εἰς τὴν ἀκρόπολιν δαχρῦει καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ἢ ἐφ’ οἷς κέκτηται, ὡς παρὰ Δημοσθένει εὑρέθη εἰκών Φιλίππου, καὶ κρίνεται προδοσίας· ἑνδεκάτη δὲ διαφορά ἡ τοῦ συμ- 5 βουλευτικοῦ εἴδους, μηδὲν κοινὸν ἔχουσα πρὸς τὰς εἰρημένας· γελοία δὲ ἡ τοιαύτη διαίρεσις· πᾶσαι γὰρ αὗται ὑπὸ τὰς ἐκτεθεισίας τρεῖς τῷ τεχνογράφῳ ἄγονται· εἴτε γὰρ ἐν λόγοις εἴη τὰ ζητούμενα, εἴτε ἐν ἔργοις, πράγματα καλεῖται· ὅσα γὰρ μὴ πρόσωπα, ταῦτα πράγμα- 10 τα ὀνοάζονται. δ) Τρίτην, ἣ μεταξὺ· μεταξὺ εἶπε διὰ τὸ κοινωνίαν ἔχειν αὐτὸ καὶ διαφορὰν ἑκάτερον· πρὸς μὲν οὖν τὸ δεύτερον κοινωνίαν μὲν ἔχει, καθόσον ἑκάτερον ὑφ’ ἑτέρου πέπραχται· διαφορὰν 37 δὲ, ὅτι τὸ 15 μὲν ἀντικρὺς εἰς αὐτὸν μεταφέρεται, τὸ δὲ οὐχ ἀντικρὺς· πρὸς δὲ τὸ πρῶτον, κοινωνίαν μὲν, ὅτι ἑκάτερον διὰ τῶν ἀποδεικτικῶν σημείων κατασκευάζεται, διαφορὰν δὲ, ὅτι ἐκεῖνο μὲν προσεχῇ ἔχει τὰ σημεῖα, τοῦτο δὲ οὐχ οὕτως, ἀλλ’ ἐξωθεν λαμβανόμενα. Ἀντιλέγουσι 20 δὲ τινες πρὸς τοῦτο· εὑρίσκεται γάρ, φασίν, ἐν τούτῳ τὸ σημεῖον αὐτὸ τὸ ἀποδεικτικὸν ἀφανές· ἐξ ἀφανοῦς δὲ ἀφανὲς οὐχ ἂν πιστωθείη· ἀλλὰ φαμεν, ὡς οὐχ ἐνταῦθα μόνον ὁρᾶται τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῦ συγκατασκευαζομένου στοχασμοῦ τὸ πρῶτον σημεῖον ἀφανές· τὰ 25 δὲ ἐξ αὐτοῦ, τουνέστι τὰ τούτου κατασκευαστικά, φανερά· οὕτω καὶ ἐπὶ τούτων τὸ μὲν πρῶτόν ἐστιν ἀφανές, τὰ δ’ ἐξῆς φανερὰ, οἷον ἐδωροδόκησας Ἀρχίδαμε· τῷ δήλῳ· Περίκλῃς ἔγραψεν εἰς δέον ἀνηλωχέναι πεντήκοντα τάλαντα· τοῦτο ἀφανὲς τὸ σημεῖον· τὰ δὲ τούτων 30 κατασκευαστικὰ φανερὰ, οἷον φίλος γὰρ ἦσθα τῷ Περίκλει, καὶ τοὺς αὐτοῦ οὐχ ἐδῆσας ἀγροὺς· ταῦτα γὰρ

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
