# Scholia Eis Ten Hermogenous Technen 259.3

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 259.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/259.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/259.3

ιβ) Κἂν μὲν μηδαμῶς φάσκη· τριχῶς λαμβάνεται ἡ ἀντιλήψις· ἢ ἐξ ἑθους ἢ νόμου, ἢ φύσεως, ταῦτα γὰρ ἡμῖν παρέχει τὴν ἐξουσίαν τοῦ πράγματος· τινὲς δὲ προτιθέασιν καὶ τὸ ἐκ τῆς τέχνης, οἷον τὸ τοῦ ζωγράφου τοῦ γράφοντος τὰ ναυάγια· ἀνάγκη δὲ καὶ τοῦτο ὑπὸ τὸ ἔθος ἢ τὸν νόμον. Ἐπιδιαιρεῖται δὲ καὶ οὕτως· τῆς ἀντιλήψεως τὸ μὲν ἐστὶ κατὰ τὸ μὴ κεχωλύσθαι· οἷον Ἀλκιβιάδης δασὶ μυστικαῖς κωμάζων κρίνεται ἀσεβείας, ἐπεὶ γάρ, ὡς οὐ κεχώλυνται· τὸ δὲ κατὰ τὸ ἐπιτετραμμένον, οἷον νόμος, τὸν μοιχὸν ἀναιρεῖν, τρισαριστία τις εὑρὼν μοιχὸν ἀνεῖλε, καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐπιτέτραπται γὰρ τὸ τὸν μοιχὸν ἀναιρεῖν· πάλιν τῆς ἀντιλήψεως τὸ μὲν ἔχει τὴν κρίσιν, ἀφ’ ὧν ἐποίησεν, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ γράφοντος τὰ ναυάγια, τὸ δέ, ἀφ’ ὧν οὐκ ἐποίησεν, οἷον ζωγράφος, μὴ γράψας ποτὲ θεούς, κρίνεται ἀσεβείας· ἐπὶ τῆς ἀντιλήψεως τὸ μὲν ἔχει τι ἐπισυμβαίνον ἄτοπον, οἷον ἐπὶ τοῦ γράφοντος τὰ ναυάγια· ἄτοπον γάρ τι συνέβη, τὸ μὴ καταῖρειν τοὺς ἐμπόρους· τὸ δὲ οὐκ ἔχει, ὡς ὁ Ἀλκιβιάδης δασὶ μυστικαῖς κωμάζων.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
