# Scholia Eis Ten Hermogenous Technen 296.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 296.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/296.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/296.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ τὸν Λίωνα ἢ Θέωνα οἰκεῖν, ἔνθα Πλάτων, σαφὴς τοῦ λόγου ἀποδείξεις γίνεται, οὕτω καὶ ἐπὶ τῶν συγκατασκευαζομένων, εἰ μὲν ὁ φόνος καὶ ἡ μοιχεία ἀλλήλων ἦν μόνα σημεῖα, ἀσύστατον ἂν ἦν τὸ πρόβλημα, νυνὶ δὲ καὶ ἕτερα τούτων ἐστὶ φανερὰ σημεῖα τὰ προορθηθέντα. Ἱστέον δὲ, ὅτι ἐν τοῖς οὕτως ἀμφισβητουμένοις οὐ χρὴ ἀπὸ τῶν ἀδήλων σημείων ἀρχεσθαι τῆς κατασκευῆς, κἂν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους οὕτως ἀπαιτῇ, οὐ γὰρ εὐπράδεκτον τοῦτο τῷ δικαστῇ, ἀλλ’ ἀπὸ τῶν ὁμολογουμένων ἐπὶ τὰ ἄσαφῇ ἔρχεσθαι δεῖ, ὥσπερ Πλάτων ἐποίησεν ἐν τῷ περὶ ψυχῆς ζητήσεως γὰρ οὖσης, εἰ τὰ ἐν ’Αἰδου βελτίω, λαμβάνει ἐκ τῶν κύκνων ἐπιχείρημα· καὶ εἰ μὲν τῇ τάξει τῆς ἀναλύσεως εἴπετο, τοῦτον ἂν προήνεγκε τὸν τρόπον, ὅτι οἱ κύκνες μέλλοντες τελευτᾶν ἄδουσιν ὑφ’ ἡδονῆς διαφερόντως ἢ πρότερον· τὴν δὲ ἡδονὴν αὐτοῖς ποιεῖ τὸ προεἰδέναι τὴν ἐκεῖ διατριβὴν, ἵσασιν δὲ, ὅτι μαντικοί, τὴν δὲ μαντικὴν ἔχουσιν, ὅτι ἱεροὶ Ἀπόλλωνος, ὁ δὲ Ἀπόλλων μαντικός, καὶ οὕτως ἂν ἀπὸ τοῦ ἀμφισβητουμένου, ὅπερ ἐστὶ βελτίονα εἶναι τὴν ἐν ’Αἰδου διατριβήν, ἐπὶ τὸ ὁμολογουμένον ἦλθεν, ὅτι μαντικὸς ὁ Ἀπόλλων, νυνὶ δὲ τοῦναντίον ἐποίησεν, ἐκ τοῦ ὁμολογουμένου ἀρξάμενος, φησὶ γάρ, „ἀλλ’ οὐ τι μοι ταῦτα φαίνεται λυπούμενα ἄδειν, οὔτε οἱ κύκνοι, ἀλλ’ ἄτε, οἶμαι, τοῦ Ἀπόλλωνος ὄντες, μαντικοὶ τέ εἰσι καὶ προειδότες τὰ ἐν ’Αἰδου ἀγαθὰ, ἄδουσι τε καὶ τέρπονται ἐκεῖνην τὴν ἡμέραν διαφερόντως ἢ ἐν τῷ πρόσθεν. Ὁμοίως καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου ἐποίησεν, αἰτίας γὰρ ἐπιφερομένης αὐτῷ, ὡς εἴη γεγωνὼς τῆς εἰρήνης αἴτιος, οὐκ ἀπήντησεν ἀντίχους, ὡς οὐχ αὐτὸς ἀλλ’ ἡ πόλις αἰτία τῆς εἰρήνης· ἔλεγε γὰρ ἂν οὕτως, ὅτι τῆς εἰρήνης ἡ πόλις αἰτία, ταύτην δὲ ἐποίησατο, ἐπειδὴ ἐμνησικάχει τοῖς “Ελλησι· πόθεν δὲ ἐμνησικάχει; ὅτι οὐδὲ

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
