# Scholia Eis Ten Hermogenous Technen 304.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 304.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/304.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/304.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ σφόδρα διύσταται, οὐκέτι χώραν ἔχει ἡ συναγωγή, ὡς ἐπὶ τοῦ παραδείγματος τοῦ κατὰ σύλληψιν ὕρου. Ἐνταῦθα γὰρ ὁρίζεται μὲν ὁ κατήγορος, τί ἴδιον τοῦ δημοσίας τὴν πόλιν ἀδικοῦντος· ὁρίζεται δὲ καὶ ὁ φεύγων, 5 ὅτι ναῦς προδιδόναι, ὁπλίτας· ἀλλ’ ἐν τῷ συλλογισμῷ ὁ κατήγορος οὐ δύναται συνάγων εἰπεῖν, ὅτι ἴσον ἐστὶ τὸ βιάσασθαι τὴν τοῦ στρατηγοῦ θυγατέρα τῷ λιμένας καὶ τείχη προδούναι· δοκεῖ γὰρ πῶς ἀναίσχυντον εἶναι. Μεθοδεύσει οὖν καὶ ἐρεῖ, ὡς οὐδὲν διαφέρει τοιῶδε ἢ τοι- 10 ῶδε τὴν πόλιν ἀδικεῖν, καὶ τοῦτο γὰρ δημόσιόν ἐστιν ἀδίκημα, τὸ 10 γὰρ εἰς τὸν στρατηγὸν εἰς τὴν πόλιν ἀναφέρεται· ἀγωνιεῖται οὖν ὁ συλλογισμός, μηδὲν διαφέρειν ἀλλήλων τὰ τε πεπραγμένα καὶ τὰ παρειμένα· διαφέρει δὲ ὁ συλλογισμὸς τοῦ ἀνθορισμοῦ, καίτοιγε ἀμφοτέρων τῷ 15 ὅρῳ ἐναντιουμένων, ὅτι ὁ μὲν ἀνθορισμὸς κατὰ 11 ἔνστασιν εἰσάγεται, ὁ δὲ συλλογισμὸς κατὰ ἀντιπαράστασιν· καὶ ὅτι ὁ μὲν ἀνθορισμὸς ἐκ τοῦ ὀνόματος τὴν πρὸς τὸν ὅρον μάχην ἐνδείκνυται, ὁ δὲ συλλογισμὸς δέχεται μὲν τὰ λεγόμενα, κατ’ ἄλλο δέ τι ἐναντιοῦται αὐτῷ. Τὸν αὐτὸν 20 τρόπον ζητεῖται, πῶς μάχεται ὁ συλλογισμὸς τῷ ὅρῳ, εἴγε εἰς ταὐτὸν συνάγει ἄμφω· καὶ φαμεν, ὅτι κατὰ μὲν τὴν ἐργασίαν συνάγει τε καὶ συμπλέκει τοῖς πεπραγμένοις τὰ παρειμένα, δεχόμενος τὰ ὑπὸ τοῦ ἐναντίου λεγόμενα, οὐχ ἵνα ψιλῶς αὐτῷ συνδράμῃ, ἀλλ’ ἵνα βεβαιώσῃ 25 τὸ ἐγκλημα· κατὰ δὲ τὸν σκοπὸν τῶν κεφαλαίων καὶ τὸ ἐξ αὐτῶν ἀποτελούμενον ἡ μάχη γίνεται. Διαφέρει δὲ τὸ κεφάλαιον ὁ συλλογισμὸς τῆς ὁμωνύμου στάσεως, ὅτι ὁ μὲν ἀτελὲς τελείῳ εἰς ταὐτὸν ἄγει, ἡ δί στάσις τέλειον τελείῳ· τὸ γὰρ ἐκ πόρνου γενέσθαι οὐ μέρος νόμου· ἀλλ’ 30 αὐτὸ τέλειόν τε καὶ ἴσον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ· τὸν ἐκ πόρνης δηλονότι μὴ λέγεων· οὐ γὰρ ὁ νόμος ἀπλῶς εἶπε

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
