# Scholia Eis Ten Hermogenous Technen 305.3

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 305.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/305.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/305.3

ζ) Ἡ γνώμη τοῦ νομοθέτου. Ἐπειδὴ 12 πάρεisin ἴδιοις χρώμενοι λογισμοῖς ὁ τε κατηγορῶν καὶ ὁ ἀπολογοῦμενος, ὥσπερ μαρτυρίαν οἷς ἑκάτερος λέγει τὴν 10 ἐκ τοῦ νόμου πίστιν ἐπάγουσιν. Εἰ μὲν οὖν ἔχομεν νόμον συνηγοροῦντα τῷ πράγματι, θέντες τὸ ῥητὸν τὴν διάνοιαν ἐξετάσομεν, βοηθοῦσαν ἡμῖν ἀποδεικνύντες· εἰ δὲ μή, ἐπὶ τὰς καλουμένας εἰλόγους αἰτίας καταφευξόμεθα, ὡς καὶ τῶν νόμων ἀποδεχομένων τὸ πρᾶγμα, καὶ τῆς τοῦ 15 νομοθέτου διανοίας οὐ πόρρω τῶν πεπραγμένων ἡμῖν βλεπούσης· ὡς ὁ Δημοσθένης 13· „πῆς νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστός,“ καὶ ἐξῆς· ἐτι δὲ καὶ ἐπὶ τὴν καθόλον τῶν νομοθετῶν γνώμην χωρήσομεν, καὶ ὁ μὲν διώκων ἐρεῖ, ὅτι καθάπαξ οἱ νομοθέται τοὺς φαι-20 λους δίκας διδόναι βούλονται, τὴν γὰρ πονηρὰν γνώμην χολάζουσιν· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου, ὅτι ἴσασιν διαφοράν ἐγκλημάτων οἱ νομοθέται, καὶ τὰς πράξεις μᾶλλον ἀλλ’ οὐ τὰ βουλεύματα κρίνουσιν· ὅπου μὲν οὖν νομικὴ ζήτησις ἐμπίπτει, καὶ περὶ τὸ ῥητὸν ἡ πᾶσα ἐστιν ἀμφι-25 βολία, διανοία λύεται πάντως· εἰ δὲ τὸ μὲν ῥητὸν οὐκ ἀμφισβητεῖται, τὸ δὲ γενόμενον πρᾶγμα ζητεῖται, ἢ τοιοῦτόν ἐστιν, οἷον ὁ νόμος φησί, τότε γνώμη νομοθέτου παραλαμβάνεται, οἷον τί βουλόμενος ὁ νομοθέτης τὸν νόμον ἔταξε. λαμβάνεται δὲ ἡ τοῦ νομοθέτου διάνοια εἰς 30 κατασκευὴν ἢ τοῦ ἴσου ἢ τοῦ ἀνίσου· ὁ μὲν γὰρ διώκων

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
