# Scholia Eis Ten Hermogenous Technen 309.3-310.23

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 309.3 to 310.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/309.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/309.3

ια) Ἡ ποιότης δὲ τοῦ ὄρου ἐκ πεπραγμένου καὶ λείποντος ὄντος διὰ μὲν τῶν πρώτων κεφαλαίων, τῶν ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἀγωνιστικῶν συνάγομεν εἰς ταὐτὸν τὰ παρεῖμένα τοῖς πεπραγμένοις· διὰ δὲ τῶν ἐξῆς αὐξομεν ἢ μειοῦμεν αὐτά· λειποῦσης δὲ εἰς ἔλεγχον τῆς τοῦ χρυνομένου ποιότητος, εἰ- 5 κῶς πρὸς ἀναπλήρωσιν τῆς ὅλης ἀποδείξεως παραλαμβάνεται ἡ ποιότης αὕτη, φυλαττομένης τῆς κοινῆς ποιότητος τοῖς ἐπιλόγοις, καὶ ἔστιν αὕτη ὁδὸς πρὸς ἐκείνην, ἡ δὲ ποιότης ἡ κοινὴ κατὰ πάντων ἐστιν, ἡ ἰδία τινὸς ὑποκειμένου προσώπου, καὶ ἡ μὲν κοινὴ αὐξητικὴ τέ ἐστι καὶ ἐν ἐπιλόγῳ τετάχεται περιέχουσα τὸν κοινὸν τόπον· 10 ἡ δὲ ἰδία τοῦ ἐν τῇ ὑποθέσει χρυνομένου προσώπου κεφάλαιόν ἐστιν ἴδιον τοῦ ὄρου. Διαρεῖται δὲ ἡ ποιότης τριχῇ, κατὰ τε τὸ παρεληλυθὸς καὶ ἐνεστὼς καὶ μέλλον, κατὰ μὲν τὸ παρεληλυθὸς, τίς ἦν τὸν πρότερον βίον, κατὰ δὲ τὸ ἐνεστὼς τὴν ἐπὶ τῆς ὑποκειμένης πράξεως ἐξε- 15 ταζόντων ἡμῶν ποιότητα, κατὰ δὲ τὸ μέλλον, οἷον τίς ἔσται φρυγὼν καὶ τὸ παρὸν διακρουσάμενος· τὴν δὲ κατὰ τὸ μέλλον ἐξέτασιν διχῇ διαιροῦμεν, κατὰ τὴν ἀποτελοῦμένην ἐκ τῆς τοιαύδε χρήσεως βλάβην ἢ ὠφέλειαν, πῇ μὲν κοινὸν καὶ εἰς ἅπαντας ἤκον δεικνύντες τὸ ἔγκλημα, διὰ 20 τε τὰ ἄλλα, καὶ ὅτι πολλοὶ τοῦτο μιμήσονται, πῇ δὲ ἐπ’ αὐτοῦ μόνον τοῦ χρυνομένου. Ἡ γνώμη· καλεῖ γνώμην τὴν τοῦ πεπραγμένου αἰτίαν, τίνος ἕνεκα τόδε ἐπράξεν· οἷον ἀλλ’ εἴπερ μὴ ἱερουλεῖν ἔβουλον, τίνος ἕνεκεν οὐ πρὸς ἰδιώτου παρελθὼν οἰκίαν ἐλχέτευες· ὁ δὲ φεύγων 25 κινήσει χρῶμα συγγνωμονικόν, ὡς λαθεῖν ἠλπίζον μᾶλλον. Ἡ μέντοι κοινὴ ποιότης· ἡ κοινὴ ποιότης ποτὲ μὲν προηγῆσεται τῆς ἰδικῆς ποιότητος, ποτὲ δὲ ἀδιάφορον ἔχει τόπον, καὶ ἡ καθ’ αὐτὴν ἐξετάζεται, ἢ συμπεπλεγμένως. Περὶ τῶν εἰδῶν τοῦ ὄρου.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
