# Scholia Eis Ten Hermogenous Technen 321.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 321.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/321.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/321.1

ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ θῆναι τὴν γῆν· φησὶ γοῦν „ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε“ καὶ ἐξῆς· ἰστέον δέ, ὅτι ἀπλῶς μὲν λέγει, ἔνθα ἓν πρᾶγμα ζητούμενόν ἐστι καὶ ἓν πρόσωπον τὸ κρινόμενον· διπλῶς δέ, ἔνθα δύο πρᾶγματα ἔχομεν καὶ δύο τὰς ἀντιλήψεις. Δυνάμενον καὶ πρὸ τῶν ἄλλων· κατὰ φύσιν μὲν δεῖ προτετάχθαι τῶν ἄλλων κεφαλαίων, ἀναγκαίως γὰρ ὁ κρινόμενος πρὸ τῆς ἀπολογίας διαβάλλει τὴν κατηγορίαν· δυνατόν δὲ καὶ ἐν τῷ μέσῳ καὶ ἐν τῷ τέλει τεθῆναι. Καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· τὸ δὲ ἐπὶ τίσὶ με κρῖνεις διλήμματον ἐστι, διπλοῦ ἀνθ᾽ ἀπλοῦ τοῦ παραγραφικοῦ γινομένου. Ἐπὶ ἐν ταῖς τοιαύταις· χώραν φησὶν ἔχειν τὸ κεφάλαιον πρὸ τοῦ ἀντιθετικοῦ, τούτῃστι χρώματος· προθεραπεία γὰρ δεῖ πρότερον τὸν ἀκροατὴν ὑπαγαγεῖν, οἷον, ὅτι ἠγνόουν, καὶ οὐδεὶς ἀνθρώπων οἶδε τὸ μέλλον, καὶ τότε ἐπαγαγεῖν χρώμα, ὃ οὐδὲν ἕτερόν ἐστιν ἢ αἰτία τοῦ πραχθέντος· καὶ ἄλλως· ἐπειδήπερ ἡ ἀντίληψις πρὸς τὸ πεπραγμένον φέρεται· ὁμοίως δὲ καὶ ἡ ἀντίθεσις χρώμα ἐστὶ τοῦ πεπραγμένου, οἷον ἐξεστὶ μοι πράξαι, ὃ ἂν βούλωμαι· ἀλλὰ καὶ ὑπὲρ τῶν ἐμπόρων τοῦτο πεποίηκα, ἐδοκοῦμεν ἂν περὶ τοῦ πεπραγμένου μόνον ἀπολογεῖσθαι δύνασθαι, περὶ δὲ τοῦ ἀποβεβηκότος, τούτῃστι τὸ μὴ καταίρειν τοὺς ἐμπόρους, οὐδέν· εἰ· κότως οὖν μεταξὺ τοῦ ἀντιληπτικοῦ καὶ τοῦ ἀντιθετικοῦ τίθησι τὸ συγγνωμονικόν, ὅπερ ἀπολογίαν ἔχει τοῦ ἀποβεβηκότος· οὐ μόνῃ δὲ αὐτῇ χώρᾳ τοῦ συγγνωμονικοῦ, ἀλλὰ τεθείη ἂν καὶ ἀλλαγῶν κατ᾽ οἰκονομίαν τινα, καὶ ἔνθα ἂν δέον εἶναι δόξῃ τῷ ῥήτορι· φασὶ δέ, πῶς τοῦ συγγνωμονικοῦ τῇ ἀντιθετικῇ περιεχομένου πάλιν ἰδίᾳ φησὶ πρὸ τοῦ ἀντιθετικοῦ τὸ συγγνωμονικὸν πίπτειν· καὶ φασιν, ὡς ἕτερον μὲν τὸ ἐν τῇ ἀντιθέσει συγγνωμονι-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
