# Scholia Eis Ten Hermogenous Technen 323.1-24

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 323.1 to 323.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/323.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/323.1

ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τὴν ἀνθρωπεῖαν ὑπερβαίνει φύσιν ἡ γνώσις τῶν μελ- λόντων, καὶ ὅτι θείας φύσεως τὸ προειδέναι τὸ μέλλον· ἢ καὶ ὡς Λισχίνης οὐ προφανῶς λέγων, ὅτι ἠγνόησα, ἑτέροις εὐσχήμοις ὀνόμασι τοῦτο δηλοῖ, φησὶ γάρ, ὅτι ἀ ἠκονσα, ταῦτα ἀπήγγειλα, ἄπερ ἀκήκοα, ταῦτα εἶπον· 5 μεταχειριζεται δέ· καὶ γὰρ 3 ὁ Δημοσθένης μετὰ πολλοῦ ἀξιώματος αὐτὸ παρέθετο ἐν τῷ 4 περὶ στεφάνου· οὐ γὰρ ἠγνοηκέναι τὸ μέλλον ὡμολόγησεν, οὔτε εἰς συγγνώμην κατέφυγε, ταπεινὸν γάρ, ἀλλὰ τὸ δαιμόνιον ἠτιάσατο. 6 κρατῆσαι, φησὶ, συνέβη Φίλιππον 7 τῇ μά- 10 χῃ, ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐχ ἐν ἐμοί, καὶ μετὰ πολλὰ τὸ ἀντιθετικόν· ὅτι τῇ πόλει συνέφερε μετὰ Θηβαίων ἀρασθαι τὸν ἄγωνα, καὶ ἐν Βοιωτίᾳ πόρῳ τῆς πόλεως γίνεσθαι 8 τὴν μάχην ἢ ἐν τῇ Ἀττικῇ. 15 Περὶ τῶν διπλῶν ἀντιλήψεων. Τῶν δ᾽ αὐ διπλῶν· φασί τινες, ὡς εἰ διπλὴν καλοῦμεν ἀντιληψιν τὴν δύο ἔχουσαν ἀντιλήψεις, ἀνάγκη καὶ τὴν τρεῖς ἔχουσαν τριπλὴν καλεῖσθαι, καὶ ἐφεξῆς· φαμὲν οὖν, ὅτι τὸ παρὰ τὸ ἀπλοῦν πᾶν κοινῷ ὀνόματι 20 διπλοῦν λέγεται, κἂν ὁσαπλοῦν ᾖ, ὥσπερ φαμὲν δίπλωσω τὸ ἱμάτιον, καίτοι πολλῶν πτυχῶν γινομένων ἐν τῇ τοῦτον διπλώσει. Ἔστι δὲ ἄλλα· εὑρίσκεται γὰρ ἕτερος τρόπος, τὸ κρίνεσθαι τινα ἐφ᾽ οἷς μὴ πεποίηκεν, οἷον ζωγράφος μηδέποτε γράψων θεοὺς κρίνεται ἀσε- 25 βείας· ὡσαύτως καὶ ζωγράφος τις, πάντα τὰ ἐν Μακραθῶνι γράψας, τὸν Πᾶνα οὐκ ἐποίησε συμμεχοῦντα τοῖς Ἀθηναίοις, καὶ κρίνεται ἀσεβείας.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
