# Scholia Eis Ten Hermogenous Technen 324.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 324.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/324.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/324.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ Περί τῶν ἀντιθετικῶν. α) Αἱ ἀντιθετικαί· προσήκοντως ὁ τεχνογράφος αἰσθόμενος τῆς τῶν κεφαλαίων κοινωνίας συνῆψε τῇ ἀντιλήψει τὰς ἀντιθετικὰς, τῶς τὸν περὶ τῆς πραγμα- 5 τικῆς λόγον ἀναβαλλόμενος. Προεπόντως δὲ ἀπάσας συνἤγαγε τὰς ἀντιθετικὰς, καὶ κοινῇ τὸν περὶ αὐτῶν λόγον ἀπέδωκεν· ἐνὸς γὰρ ὄντος τοῦ παραλλάττοντος κεφαλαίου, καθ’ ἑκάστην τῶν τεσσάρων τούτων στάσεων τοῦ ἑκάστης τῆς στάσεως ἰδίου καὶ ὁμωνύμου, περίεργον 10 ἦν περὶ ἑκάστης τὰ αὐτὰ ἐκτιθέναι κεφάλαια· οὕτω δὲ καὶ ἡ ἀντινομία, καὶ ἡ κατὰ ῥητὸν καὶ διάνοιαν στάσις μίαν λαμβάνουσι διαίρεσιν, ἐνὶ κεφαλαίῳ διοριζόμεναι. Ἱστέον δέ, ὡς· ἀπὸ τοῦ πάντη ἀτελοῦς ὁ τεχνικὸς ἀρξάμενος ἐπὶ τὰ τελειώτερα κατὰ μέρος προβαίνει· ὁ 15 μὲν γὰρ στοχασμὸς πάντη ἀτελῆς, ὁ δὲ ὅρος ἐξ ἡμισείας ἀτελῆς· ἡ δὲ ἀντιληψις τελεία μὲν, περὶ δὲ τῆς ποιότητος ἔχει τὴν ζήτησιν, πότερον ἀδίκημα τὸ πραχθὲν ἢ οὔ· ἐν δὲ τῇ ἀντιθέσει ὁμολογῆται καὶ αὕτη ἡ ποιότες· ἀντιτίθεται δὲ τι ἐξωθεν, καὶ ἄλλως· αἱ μὲν πρού- 20 ρηθεῖσαι στάσεις κατὰ μάχην καὶ ἔνστασιν τὴν ὅλην ἔχουσι ἀμφισβήτησιν, αὕτη γὰρ ἐνίσταται ὁ φεύγων τῇ τοῦ κατηγόρου φωνῇ, ἡ δὲ ἀντίθεσις κατὰ ἀντιπαράστασιν γίνεται· ὁ γὰρ φεύγων δέχεται μὲν τὸ ἐπιφερόμενον ὑπὸ τοῦ διώκοντος, ἐξωθεν δὲ τι ἀντιπαρίστησιν αὐτῷ. 25 Πρώτην δὲ τὴν ἀντίστασιν παρέλαβεν εἰκότως· καὶ γὰρ ταύτη μόνη τῶν ἀντιθετικῶν ἀγαθὸν τι ἀποβέβηκε· διὸ καὶ μειζῶν ἡ παρόρμησις· κατὰ τοῦτο δὴ καὶ προτέτακται· τῶν δὲ λοιπῶν τριῶν μίαν ἔχουσῶν φύσιν, τὸ ἐφ’ ἕτερον μεδιιστᾶν τὴν αἰτίαν, πρότερόν ἐστι τὸ ἀντέγκλημα, διὰ 30 τὸ εἰς αὐτὸν τὸν πεπονθότα μεταφέρειν τὴν αἰτίαν, καὶ οὐκ εἰς τι τῶν ἐξωθεν· πάλιν δὲ ἡ μετάστασις προτέταιται τῆς συγγνώμης, διὰ τὸ τὴν μὲν εἰς ὑπεύθυνον ἀναπέμπειν τὴν αἰτίαν, τὴν δὲ εἰς ἀνεύθυνον καὶ κρίσιν

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
