# Scholia Eis Ten Hermogenous Technen 325.3

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 325.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/325.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/325.3

β) Ἡ προβολή· διαφέρει αὕτη τῶν ἄλλων προ- 5 βολῶν, καθὸ μηδὲ ὅλως ἐστὶν αὐξητικὴ ἐκείνων εἰ καὶ πεφεισμένως ἀλλ’ οὖν αὐξητικῶν οὐσῶν· ἡ δὲ αὐξῆσις ἐνταῦθα ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους. Τῷ ὁρικῷ· τὸ ὁρικὸν ἐμπίπτει, ὅταν ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητῶμεν, ἢ τελείου ὄντος τῷ ἀνευθύνῳ 10 ἰσχυριζώμεθα· ἐνθα δὲ τέλειον καὶ ὑπεύθυνον, ἂν μὲν ἰδιωτικὸν ἢ τὸ πεπραγμένον, οὐκ ἐμπίπτει, καὶ ἐπὶ τούτων οὐ πάντων, ἀλλ’ ὅταν οὐ σφόδρα λυμαινῆται τῇ πόλει τὸ ἄδικημα· ἐπὶ γὰρ τοῦ ῥήτορος τοῦ ἐπιτάφιον εἰπόντος τῶν πολεμίων καὶ ἀφεθέντος ἐμπίπτει. ἰστέον δέ, ὅτι ἐκλείπον ἀπὸ τοῦ φευγόντος ἐκλείπει, εἰσάγεται 15 δὲ ἀπὸ τοῦ κατηγοροῦν· οἷον τοῖς μὲν ἄλλοις, ὅσοι δήποτε ἠδίκησαν, ἐξεστὶν εἰπεῖν, ὡς οὐ μόνον δημόσιον, ἄδικημα τὸ γεγονός· τοῦτο δὲ ὁμολόγηται, ὅτι δημόσιον· Καθάπερ καὶ ἐν τῇ ἀντιλήψει· δύο ὁρικὰ ἐν τῇ ἀντιλήψει παρελάβομεν· ἕτερον μὲν ἀπὸ τοῦ πράγματος, 20 ἕτερον δὲ ἀπὸ τοῦ προσώπου· ἐνταῦθα τοίνυν τὸ ὁρικὸν τὸ ἀπὸ τοῦ πράγματος λέγει· τὸ γὰρ ἀπὸ προσώπου ἐν ἀντιθέσει οὐδέποτε χώραν ἔχει· εἰπὼν δὲ καθάπερ ἐν ἀντιλήψει, ἀντιδιαστέλλει αὐτὸ πρὸς τὴν ἐν ὅρῳ χρήσιν· ἐκεῖ γὰρ περὶ ἰδιότητος οὖσης τῆς ζητήσεως συνεκτι- 25 κώτατον τὸ κεφάλαιόν ἐστιν· ἐν δὲ τῇ ἀντιλήψει ἄτε τελείου ὄντος τοῦ πεπραγμένου παραγραφικοῦ χώραν ἔχει.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
