# Scholia Eis Ten Hermogenous Technen 330.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 330.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/330.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/330.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ὅτι τὸ μὲν ἀντέγκλημα ὁμολογούμενα ἕκαστρα τὰ ἐγκλήματα ἔχει, τὸ τε ὑπὸ τοῦ φεύγοντος καὶ τὸ ὑπὸ τοῦ διώκοντος· καὶ γὰρ ὅτι ἀνείλεν ὁμολόγηται, καὶ ὅτι πορνεύοντα· τὸ δὲ ἀντεγκληματικὸν κεφάλαιον οὐχ οὕτως· 5 τὸ γὰρ ὑπὸ τοῦ φεύγοντος προβαλλόμενον ἐγκλημα πάντως ἔχειν τι ἐθέλει ἀμφισβητούμενον, οἷον ἐν τῷ περὶ παραπροσεβείας ἐνέπεσεν ἀντεγκληματικόν, ἀντεγκαλοῦντος Αἰσχίνου Φωκεύσιν, ὡς αἴτιοι τῆς ἑαυτῶν ἀπωλείας τῷ μὴ τὸν Πρόξενον δέξασθαι, καὶ ἔστιν αὐτὸ τοῦτο 10 ἀμφιβαλλόμενον, πότερον τῷ μὴ δέξασθαι τὸν Πρόξενον ἀπόλωτο, ἢ διὰ τὴν Αἰσχίνου προδοσίαν· τοῦ δὲ ἀντεγκληματικοῦ στοχασμοῦ διαφέρει τὸ ἀντέγκλημα, ὅτι τὸ μὲν στάσις, τὸ δὲ εἶδος· ἔπειτα ἐν μὲν τῷ ἀντεγκλήματι διαχρίνεται ὁ διώκων καὶ ὁ φεύγων· ἐν δὲ 15 τῷ στοχασμῷ ἀμφότεροι ὁμοίως καὶ διώκουν καὶ φεύγουσι· τρίτον ἐν μὲν τῷ ἀντεγκλήματι αὐτὸς ὁ πεπονθὼς ἀντεγκαλεῖται, ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχασμῷ ἕτερος μὲν ὁ πεπονθὼς, ἕτεροι δὲ οἱ ἀντεγκαλοῦντες ἀλλήλοις· οὐ λέγομεν δὲ καὶ ἀντιστατικὸν στοχασμόν, 20 ὥσπερ καὶ ἀντεγκληματικόν· ὅτι ἡ μὲν ἀντίστασις παντὶ στοχασμῷ ἐπισυμπλέκεσθαι δύναται, ἀπλῷ τε καὶ διπλῷ καὶ συνεξευγμένῳ, τὸ δὲ ἀντέγκλημα ἐνὶ μόνῳ τῷ διπλῷ, ὅθεν καὶ ἰδίως τῆς ὀνομασίας αὐτῷ μεταδεδωκεν· ἡ δὲ μετάστασις καὶ ἡ συγγνώμη φανερὰν τὴν αἰ- 25 τίαν ἔχουσιν, ἐφ’ ἣν τὸ ἀδίκημα μεταφέρουσι· τὸ δὲ μεταστατικὸν τε καὶ συγγνωμονικὸν ἀμφιβαλλομένην· παραδείγματα δὲ τούτων ἐκ τοῦ παρὰπροσεβείας· μεταστατικοῦ μὲν, δι’ ὧν Αἰσχίνης τὴν αἰτίαν τῆς τῶν Φωκέων ἀπωλείας μεδίστησιν ἐπὶ τὴν Λακεδαιμονίων ἀνα- 30 χώρησιν· τοῦ δὲ συγγνωμονικοῦ, δι’ ὧν ἠπατηθῆναι φησιν ὑπὸ τοῦ Φιλίππου· ἀμφιβάλλεται γὰρ καὶ ἀμφό-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
