# Scholia Eis Ten Hermogenous Technen 334.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 334.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/334.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/334.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΑΛΑΙΟΥΛΟΥ δημόσιον οὐκ ἀντιθέσεως μόνης, ἀλλὰ καὶ κοινὸν πάσης στάσεως. Ἐκεῖνα εἰδέναι· τὰ εἴδη καὶ τοὺς τρόπους, ἢ τὸ ἰδιωτικὸν καὶ δημόσιον. Καὶ ὡς ταῦτα· τί δήποτε τὸν ἐκείνων αὐτὸς δεχόμενος λόγον εἰσήνεγκεν ἑτερον· ὅτι ἠθέτο καὶ τὸν ἐκείνων λόγον τῷ οἰκείῳ σκοπῷ συμφερόμενον· τὸ μὲν γὰρ εἰς τι τῶν ἐξωθεν μεθιστᾶν τὰ δίκαια τοῖς ἀνευθύνους ἔοικε, τὸ δὲ εἰς ἴδιόν τι πάθος ψυχῆς, τοῖς ὑπευθίνοις. Διαφέρει δὲ οὐδὲν· οὐ πρὸς τὴν φύσιν αὐτὴν ἀφορῶν, ἀλλ’ ὅσον πρὸς τὴν τῶν κεφαλαίων ἥκει διαίρεσιν, εἶπεν αὐτὰς μὴ διεννοχεῖν· καὶ γὰρ ἐν μεταστάσει, φησίν, ἐμπίπτει συγγνωμονικόν, καὶ ἐν συγγνώμῃ μεταστατικόν. Τοῦτὶ δέ· καὶ γὰρ ἐνδόξου πολλάκις ὄντος τοῦ προσώπου αἰσχύνῃ φέρει τὸ συγγνωμονικῶς ἀπολογεῖσθαι· μεταστατικῶς οὖν ἐροῦμεν, ὅτι οὐκ ἐγὼ αἴτιος, ἀλλ’ ἡ τύχη· ἀδόξου δὲ ὄντος καὶ μὴ δυναμένου μεταστατικῶς ἀπολογεῖσθαι ἀναγκαίως ἐπὶ τὴν συγγνώμην δεῖ καταφεύγειν· ἐπεὶ δὲ κομιδῇ ἀσθενὲς δοκεῖ τὸ φανερῶς ἡδίκηκότα συγγνώμην αἰτεῖν, χρηστέον πρῶτον μὲν τῇ τοῦ μέλλοντος ἐπαγγελίᾳ, οἷον ἐγὼ τοίνυν διαφθὼν αὐθίς ὑμῖν χρήσιμος ἔσομαι τοῖς πολίταις. ἔπειτα ἐκ τῶν παραδειγμάτων τοῦτο πιστοῦσθαι, ὡς πολλοὶ πρῶτον δόξαντες ἀδικεῖν ἀγαθοὶ τὰ τελευταῖα πολίται γεγόνασιν, οἷον Θεμιστοκλῆς, καὶ ὡς, εἰ τὸ πρῶτον ἀμαρτῶν ἀνηρέθη, οὐκ ἂν ἡ Ἑλλὰς τῆς δι’ ἐκείνου ἐλευθερίας ἀπώνατο· τρίτον ἐκ τῆς τῶν δικαστῶν φιλανθρωπίας, ὅτι εἰ μὴ ἐφιλανθρωπεύοντο, οὐδεὶς ἂν ὑπελείπετο. Ἐνεκά γε τοῦ μηδὲν ἀμαρτεῖν· εἴτα ἐκ παραδειγμάτων εἰ ἔχομεν ἐπιδεικνύναι συγγνώμην αὐτοὺς νεῖμαντας ἑτέροις.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
