# Scholia Eis Ten Hermogenous Technen 340.13

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 340.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/340.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/340.13

τάσεις διήμαρτον· ἔστι τοίνυν τῆς κατὰ παράδειγμα· οἰκέτης ἀπέστη ἐπ’. 42 T. VII. ἀριστεύς. ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ γέρας· δύο τινὸς 44 ἠρίστευσαν παῖδες, καὶ συμβουλεύει φεύγειν 45 αὐτοῖς ὁ πατήρ· ἐνταῦθα 46 δὲ εἰ καὶ νόμος πρόκειται, ἀλλ’ οὐ περὶ αὐτὸν ἡ ζήτησις, ἀλλὰ περὶ τῆς φυγῆς· διὸ καὶ οὐ τῆς ἐγγράφου πραγματικῆς ἐστιν, ἀλλὰ τῆς ἀγράφου· κατὰ ψήφισμα, οἷον πέντης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ὑπέσχετο ἀριστεύσειν 47 ὁ πλούσιος, εἰ μετὰ τὴν ἀριστείαν λάβοι 48 τὸν πέντητα ἐκδοτον· ἐψηφίσθη αὐτῷ ἐκ τοῦ δήμου· ἀριστεύσας 49 ἐτελεύτησε, καὶ ἀξιοῦσιν οἱ τοῦ πλουσίου παῖδες λαβεῖν τὸν πέντητα ἐκδοτον. 50 Κατὰ κῆρυγμα, οἷον πλούσιος 10 ἀφανοὺς αὐτῷ γενομένου τοῦ παιδὸς ὑπέσχετο δώσειν χιλίας δραχμὰς τῷ μηνύσαντι· 51 ἐμήνυσέ τις αὐτὸν τεθνεῶτα, καὶ ἀξιοῖ τὰς χιλίας δραχμὰς λαβεῖν. Κατὰ διαθήκην, οἷον τελευτῶν τις ἐπὶ γυναικὶ ἐγκύμῳ. διέθετο κληρονομεῖν τὸν τεχθησόμενον χιλίων δραχμῶν· τῆς 15 δὲ τεκούσης δίδυμα τῶν τεχθέντων ἑκάτερον 52 ἀξιοῖ λαβεῖν χιλίας δραχμὰς· ἐστιν οὖν ἡ ζήτησις, πότερον δεῖ χιλίας ἀμφοῖν δοῦναι, ἢ ἑκάτερω χιλίας. Κατὰ συνθήκην· 53 οἷον δύο συνέθεντο κοινὰ τὰ ἐκ 54 τοῦ πολέ-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
