# Scholia Eis Ten Hermogenous Technen 343.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 343.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/343.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/343.1

ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ ἀποβληθῆναι τοῦ φόρτου, καὶ ὁ δεσπότης τὸν ὑπερήμερον ἀποβαίνειν ἠνάγκασε· μετὰ ταῦτα σῴζεται καὶ τὸ σκάφος καὶ ὁ ὑπερήμερος, καὶ ὁ μὲν ἀξιοῖ ἐλεύθερος εἶναι, ὁ δὲ ὡς δοῦλον ἀντέχεται· καλεῖται δὲ κατὰ ἕν μόριον δικαίου, ὅτι ἀμφότεροι περὶ ἕν ἐστήκασιν 5 ἐπιχείρημα, ὁ μὲν τῇ ὑπηρεμερίᾳ ἐπανέχων, ὁ δὲ τῷ ἀποβεβληθῆσθαι τῆς νεώς· κατὰ δοκιμασίαν, οἷον Ἀλκιβιάδης λαχὼν δαδουχεῖν δοκιμάζεται· κατὰ τιμῆσιν καὶ ἀνθωποτίμησιν, οἷον Μιλτιάδης μετὰ Πάρων ἐζημιώθη πεντήκοντα ταλάντων, ὁ δὲ θάνατον αἱρεῖται· ἐστὶ 10 δὲ παραπλήσιον τούτῳ καὶ τὸ περὶ Θρασύβουλου ἱστορούμενον, ὃς μετὰ τὴν τῶν τριάκοντα κατάλυσιν ἔγραψε τῷ Ἀυσίᾳ ψήφισμα περὶ τοῦ δεῖν αὐτὸν γενέσθαι πολίτην, καὶ κατηγορηθεὶς ὡς ἀπροβούλευτον ψήφισμα περὶ τοῦ δεῖν αὐτὸν γενέσθαι πολίτην εἰσενεγκών, οὐ γὰρ ἦν πω 15 καταστᾶσα ἡ βουλὴ, κατεδικάσθη χρημάτων· ὁ δὲ οὐ μὰ Δία ἔφη, ἀλλὰ θανάτου· τί γὰρ τοιούτους ἐσῴζον. Κατὰ εἰσαγωγὴν, οἷον Δημοσθένης Αἰσχίνου κατηγορῆσε φιλιππισμόν, καὶ Αἰσχίνης Δημοσθένους μηδισμόν. παρελθόντων Ἀριστογεῖτων ἀξιοῖ ἀμφοτέρων κατηγορεῖν· ἐστὶν οὖν ἡ ζη- 20 τησις περὶ τῆς εἰσαγωγῆς, πότερον δεῖ ἐκείνους δέχεσθαι ἀλλήλων κατηγοροῦντας ἢ Ἀριστογεῖτονα ἀμφοτέρων. Κατὰ προεισαγωγὴν, οἷον νόμος ἔδιδου τῷ μὲν παιδὶ κατὰ τοῦ πατρὸς τὴν τῆς παρανοίας εἰσάγειν γραφήν, τῇ δὲ γυναικὶ τὴν περὶ τῆς κακώσεως· ἔγραφε τις κατὰ ταύ- 25 τὸν ὑπὸ μὲν τοῦ παιδὸς παρανοίας, ὑπὸ δὲ τῆς γυναικὸς κακώσεως, καὶ ἀμφισβητοῦσιν οἱ γραφάμενοι, τίνα δεῖ

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
