# Scholia Eis Ten Hermogenous Technen 349.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 349.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/349.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/349.1

ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ ποιότητος στάσεων προτερεύει τὰ τοῦ πράγματος· ἐπὶ δὲ τῶν ἄλλων τὰ τοῦ προσώπου· τὸ δὲ δίκαιον τέτακται μετὰ τὸ νόμιμον, πρῶτον μὲν, ὅτι οὐχ εἰ τι δίκαιον, τοῦτο καὶ νόμιμον· εἰ τι δὲ νόμιμον, πάντως καὶ δίκαιον· ἔπειτα δέ, ὅτι κατασκευαστικόν ἐστι τοῦ νομίμου· εἰ τι δὲ 5 νόμιμον, πάντως καὶ δίκαιον· ἔπειτα δέ, ὅτι κατασκευαστικόν ἐστι τοῦ νομίμου. Τῶν γὰρ εἰσφερομένων ὑπὸ τοῦ ῥήτορος τὰ μὲν ἐστὶ κατὰ δόξαν, ὅταν εἰς τὸν νόμον ἢ τι τοιούτων ἐπερειδώμεθα, τὰ δὲ κατὰ διδασκαλίαν, ὅταν λογισμοὺς ἀποδιδῶμεν, περὶ ὧν ἂν λέγωμεν· 10 διαιρεῖται δέ, φησί, τὸ δίκαιον κατὰ μίαν τῶν δικαιολογιχῶν, πάντως δὲ καὶ ἀνατρέπεται κατ’ αὐτήν· οἷον συχνοὶ τῶν πολιτῶν φυγόντες πόλιν κατεσκεύασαντο, καὶ γράφει τις στρατεύεσθαι ἐπ’ αὐτούς, ἐνταῦθα γὰρ κατὰ ἀντίληψιν τὸ δίκαιον ληφθήσεται ὑπὸ τοῦ ἀντιλέγοντος, 15 ὡς οὐ δίκαιον ἐπ’ ἐκείνους 10* στρατεύεσθαι· ἐξεστι γὰρ τοῖς βουλομένοις, οὓς ἂν ἐθελῶσι πόλιν κατασκευάσαι· ἐπιχειρήσομεν δὲ ἐν τῷ δικαίῳ ἐκ τοῦ προσώπου, ὅτι φίλοις βοηθήσομεν· ἐκ τοῦ πράγματος, ὅτι δίκαιον τὰς ἀγαθὰς τῶν πράξεων διὰ τῶν ἴσων ἀμείβεσθαι· ἐκ τοῦ ἀποβεβη- 20 κóτος, ὡς ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους· 11 „εἰ δὲ τοῦτο ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασιν σωτηρία διαφθαρήσεται“· τὸ μέντοι ἀποβεβηκὸς τοῦτο, εἰ μὲν κατὰ τὸ δίκαιον ἢ ἄδικον λαμβάνεται, ὡς ἐνταῦθα, τοῦ δικαίου ἐστίν, εἰ δὲ κατὰ τὸ ὠφέλιμον ἢ βλάπτον, 25 τοῦ συμφέροντος. Ἰστέον δέ, ὡς ἐπειδὰν τούτων τινὸς 12 ἀποράμεν, ἐπὶ τὴν ἀντίστασιν αὐτοῦ χωρήσομεν· οἷον εἰ μὴ ἔχομεν λέγειν, ὅτι φίλοις βοηθήσομεν, ἐροῦμεν ὅτι οὐκ ἔχθροῖς, καὶ πάλιν εἰ μὴ ἐστὶ λέγειν, ὅτι δίκαιον τοῦτο ποιεῖν, φήσομεν ὅτι οὐκ ἄδικον. Τὸ συμφέρον· 30 ὑποβέβηκε τοῖς πρὸ αὐτοῦ κεφαλαίοις τὸ συμφέρον, ὅτι

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
