# Scholia Eis Ten Hermogenous Technen 351.1-22

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 351.1 to 351.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/351.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/351.1

ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ Ἡ κεν γηθήσοι Πρίαμος Πριάμοιό τε παῖδες. Τρίτον ἀφ’ ὧν πολλοὺς διὰ τὸ πρᾶγμα κινδύνους ὑπεμείναμεν, ἢ χρήματα ἀνηλώσαμεν, ὡς Ὅμηρος Καὶ δὲ κεν εὐχολὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην, ἥς εἵνεκα πολλοὶ Ἀχαιῶν Ἐν Τροίῃ ἀπόλοντο. 16 Τέταρτον ἀφ’ ὧν οἱ πολέμιοι ὑπέμειναν, ὡς ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· 17 ἴδρων δὲ τὸν Φίλιππον, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγὼν, ὑπὲρ δόξης τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὸ σκελὸς πεπηρωμένον, τὴν χλεῖν κα- 10 τεαγότα. Πέμπτον ἀπὸ τῆς τῶν πολλῶν κρίσεως, οἷον εἰ τύχοι περὶ ἐλευθερίας, εἰ πάντες διώκουν αὐτήν· ἕκτον ἀπὸ τῆς τῶν ἐνδόξων κρίσεως· ὡς παρ’ Ὁμήρῳ. 18 Ὦδε καὶ οἱ πρότεροι πόλιας καὶ τεῖχε’ ἐπόρθουν. Τὸ δ’ αὐ δυνατόν· οὔτε 19 τὸ δυνατόν χωρὶς τοῦ 15 συμφέροντος, οὔτε τὸ συμφέρον χωρὶς τοῦ δυνατοῦ ἀνύειν τι πέφυκεν· εἰ γὰρ καὶ λυσιτελεῖ Μακονεύταις ἢ Σιγνίοις ἄρχειν τῶν Ἑλλήνων, ἀλλ’ ἀδύνατον ὃν οὐδὲν ἔστι· καὶ εἰ δυνατόν ἐκπτεῖν κώνειον, ἀλλ’ ἐπεὶ οὐ συμφέρον, ἀνόντητα καὶ τὰ τῆς δυνάμεως· ὥστε συμπέπλε- 20 κται ἀλλήλοις τὰ κεφάλαια, ὥσπερ ἡ βούλησις καὶ ἡ δύναμις· τὸ μὲν γὰρ συμφέρον μιμεῖται τὴν βούλησιν· πᾶσα γὰρ βούλησις ἐπὶ τὸ δοκοῦν εἶναι συμφέρον ὁρμᾷ· τὸ δὲ δυνατόν τὴν δύναμιν· ὥσπερ οὖν ἐπ’ ἐκείνων ἐπὶ τὸ ἰσχυρότερον ἀεὶ δεῖ τελευταῖν, οὕτω κἀν τούτοις. 25 Ἀπὸ τῶν παρακολουθούντων· τούτεστιν ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἔκτος· ὥσπερ ἐν Φιλιππικοῖς Δημοσθένης· ἀπὸ μὲν ψυχῆς, ὅτι ἀθύμει Φίλιππος, καὶ ὅτι ἐπιρχει καὶ ἀπιστεῖται· ἀπὸ δὲ σώματος, εἴπερ ἔλεγεν ὅτι ἀσθενεῖ καὶ πεπλήρωται· ἀπὸ δὲ τῶν ἔκτος, 30 οἷον πῶς ἔχει τὸ περὶ αὐτόν· ἐπὶ μὲν οὖν τῶν κοινῶν

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
