# Scholia Eis Ten Hermogenous Technen 359.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 359.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/359.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/359.1

ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ Περί ἀντινομίας. Ἡ ἀντινομία. Ἐν μὲν τῇ μεθόδῳ κατὰ τὸ ὅητὸν καὶ τὴν διάνοιαν τὸν συλλογισμὸν εὐθὺς ἔταξεν, ἐπειδὴ κοινωνοῦσι τῇ ποσότητι τοῦ ὅητου, περὶ ἑν γὰρ ὅητὸν εἴλειται ἕκαστερον· ἐνταῦθα δὲ μετὰ τὸ ὅητον καὶ τὴν διάνοιαν τὴν ἀντινομίαν ἐπήνεγκεν, ἐπειδὴ μίαν σχεδὸν διαίρεσιν ἔχουσι, καίτοι τῆς ἀντινομίας περὶ πλεῖονα ὅητὰ καταγνομένης· τὰ αὐτὰ μὲν γὰρ ἀμφοτέραις ταῖς στάσεσι κεφάλαια, ἐν δὲ τῇ ἀντινομίᾳ διπλῆ λαμβάνεται, ὅθεν καὶ φησιν· αὐτὴν οἷον διπλοῦν ὅητὸν καὶ διάνοιαν εἶναι. Ἐνταῦθα δὲ ζητοῦσι τινες, ὡς ἐπειδὴ διπλοῦν ὅητὸν καὶ διάνοιά ἐστιν ἡ ἀντινομία, διὰ τί μὴ διπλοῦν εἶδος ὅητοῦ καὶ διανοίας λέγεται, ἀλλ’ ἰδιάζουσα στάσις. Τινὲς μὲν οὖν φασιν, ὡς ἐπειδήπερ ἴδιον κεφάλαιον ἔχει τὸ περιέχον καὶ περιεχόμενον, ὅπερ οὐχ ἔστι ὅητοῦ καὶ διανοίας, οὐκ ἄρα διπλοῦν ἔσται εἶδος ἡ ἀντινομία ὅητοῦ καὶ διανοίας, ἀλλὰ τοῦτο γε οὐχ ἰσχυρόν· ἐν γὰρ τῷ κατὰ σύλληψιν ὅρῳ τὸ συλληπτικὸν ἐμπίπτωκεν, ὅπερ οὐχ ἔστιν ἐν τοῖς ἄλλοις εἴδεσι τοῦ ὅρου· ἕτεροι δὲ φασιν, ὅτι πάντα τὰ ὑπὸ τὴν αὐτὴν στάσιν τελούμενα εἴδη τὸν αὐτὴς ἐπιδέχονται ὁρισμόν· ἐνταῦθα δὲ διάφορος ὁ ὁρισμὸς ἀντινομίας τε καὶ ὅητοῦ καὶ διανοίας· εἰ δὲ καὶ ἡν ἡ ἀντινομία διπλοῦν εἶδος ὅητοῦ καὶ διανοίας, ἔδει θάτερον μὲν τῶν ἀντιδίκων τοῖς δυοῖ κεχρῆσθαι ὅητοις, θάτερον δὲ ταῖς δυοῖ διανοίαις· τοῦτο γὰρ ὅητοῦ καὶ διανοίας ἴδιον, τὸ τὸν μὲν κεχρῆσθαι τῷ ὅητῷ, τὸν δὲ τῇ διανοίᾳ· ἐν δὲ τῇ ἀντινομίᾳ καὶ παραβαίνεται ὅητὸν καὶ κυροῦται ἕτερον, οὐκ ἄρα τῆς αὐτῆς φύσεως αἱ στάσεις. ἰσάζειν δὲ πῶς δοκεῖ. Καλῶς τὸ δοκεῖ. οὐ γὰρ παντάπασιν ἰσάζει, ὅθεν καὶ χαλεπὸν αὐτοῖς χρῆσθαι φησι· τὸ δὲ χαλεπὸν οὐχ ἀδύνατον. Ἰδιον δέ· πολλὴ ἡ τοῦ κεφαλαίου τοῦδε δύναμις, καὶ ἰκανωτάτη προσάγεσθαι τὸν ἀχροατήν·

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
