# Scholia Eis Ten Hermogenous Technen 360.3

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 360.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/360.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/360.3

Ἡ μέντοι ἕτερα διάνοια· ἡ γνώμη τοῦ νομοθέτου ἐν τῇ ἀντινομίᾳ, οὐχ ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ πρὸς τὸ ἀόριστον φέρεται, ἀλλὰ πρὸς αὐτὸ τὸ ὅρτον, ἤτοι τὴν αἰτίαν, διὰ τί οὕτως ἔγραψεν. Πολλάκις δὲ διεμαρτυράμην· τὰ τοῦ φεύγοντος εἰπόντι ἀκόλουθον ἦν αὐτῷ καὶ τὴν ἕτεραν ἀποδοῦναι γνώμην, ἐπεὶ δὲ ἐνταῦθα οὐχ εὑρεν, ἢ ὅ τι ἂν εὑρίσκωσι ἀμφότεροι εἶπεν. Καὶ καταδρομή. Καθόλου γὰρ πᾶν ἀντεγκληματικὸν διὰ τοῦ κοινοῦ τόπου προάγεται· τὸ δὲ ἀντιστατικόν ἀσφαλῶς εἶπεν· οὐ γὰρ ἐστιν ἐνταῦθα κυρίως ἀντίστασις, ἐπειδὴ αὐτοῦ ἐστι τοῦ πεποιηκότος μόνου ὠφέλεια, καὶ οὐ κοινῶς τῆς πόλεως, εἰ μήπου τις λέγοι ὡς ὑπὲρ τῆς πόλεως ἐστιν· εὐπορήσει γὰρ ὀλκάδων ἡ πόλις, ἐξ ὧν οὐκ ἔσται τῶν ἀναγκαίων σπάνις. Ἡ μετάληψις. Τῆς ἀντιθέσεως διπλῆς γινομένης, διπλῆ καὶ ἡ μετάληψις ἐπακολουθεῖ. Ὅτι δὲ μὲν παλαιὸς· ἐκ πέντε τρόπων ἐνταῦθα ὁ Ἑρμογένης τὴν τῶν νόμων σύγκρισιν ἐποίησατο, ἀπὸ χρόνου, ἀπὸ προσώπου, ἀπὸ ποσότητος, ἀπὸ πηλικότητος, καὶ ἐκ τοῦ ἀποβησομένου· ἕτεροι δὲ καὶ ἐξ ἄλλων δύο ἔγρασαν, ἀπὸ τε αἰτίας, οἷον διὰ τί ἕκατερος τῶν νόμων ἐτέθη, καὶ ἀπὸ τοῦ πλήθους τῶν κεχρημένων, ὅτι τούτῳ

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
