# Scholia Eis Ten Hermogenous Technen 362.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 362.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/362.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/362.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ μον ὁ φεύγων προβάλλεται· καὶ φαίμεν, ὅτι ἐν μὲν τῇ ἀντιλήψει νόμον προβάλλεται, ὃν ἀντίχρως φυλάττειν δοκεῖ· οἷον τὸν μοιχὸν ἀναιρεῖν προστεταχταὶ ὑπὸ τοῦ νόμου· τρισσαριστέα τις μοιχὸν ἀνελὼν κρίνεται· ἐν δὲ τῷ συλλογισμῷ ἄλλο τι πράττει παρὰ τὸ γεγραμμένον. Διαφέρει δὲ καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖ μὲν ὁ κατήγορος τὸ ῥητὸν προΐσχεταί, ἐνταῦθα δὲ ὁ φεύγων. Ὁ συλλογισμός· ἐν μὲν τῷ ὄρφ καὶ τοῖς ἄλλοις προηγεῖτο τὸ κεφάλαιον ὁ ὄρος τοῦ συλλογισμοῦ. ἐνταῦθα δὲ ἐναλλαγὴ γέγονε τούτων, ὡς καὶ ὁ τεχνικὸς φησιν· αἴτιον δὲ τὸ διάφορον τῶν στάσεων εἶδος· ἡ μὲν γὰρ οὖσα λογικὴ εἰκότως τὰ λογικὰ ἔχει προτεταγμένα κεφάλαια, ἡ δὲ, οἷα νομικὴ τὸ νομικὸν προτάττει κεφάλαιον τὸν συλλογισμόν. Ἡ γνώμη τοῦ νομοθέτου· ἐπὶ τοῦ γεγορότος ἐκ πόρνου καὶ χωλουμένου δημηγορεῖν ὁ μὲν κατήγορος ἔρει, ὅτι πᾶσαν πορνείαν ὁ νομοθέτης μεμισηκὼς διὰ τοῦτο τὸν ἐκ πόρνου κωλύει λέγειν· ὁ δὲ φεύγων, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ μὴ ἔχειν αὐτὸν ὡρισμένον πατέρα μηδὲ ἀναγεγράφθαι, ὅπου πατρὸς εἴη. Τὸ δὲ ἀνευθύνως, τοὔτεστι χωρὶς εὐθύνης τῶν κωμωδοῦντων. Ὁ βίαιος ὄρος· καὶ αὐτὸς κοινὸς τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι τοῦτό ἐστι τὸ ὀνομαστὶ κωμφδεῖν, τοῦ δὲ φεύγοντος, ὅτι τοῦτο οὐδὲ ὅλως ἐστὶ κωμφδεῖν. Πλείονα δὲ εἴδη· καὶ μὴν εἰ εἴδη, πῶς τὴν αὐτὴν ἐπιδέχονται διαίρεσιν, αὐτὸς γὰρ πολλάκις ἔφη, ὅτι ἐκεῖνά εἰσιν εἴδη τὰ διαφέροντα κατὰ τὴν κεφαλαίων διαίρεσιν· μήποτε οὖν οὐκ εἰσιν εἴδη, ἀλλὰ τρόποι, ὡς καὶ ἄλλοχόυ ἔφη, εἴδους μὲν γὰρ ἕνεκα καὶ τρόπου ταυτόν λαβὼν εἶδος καὶ τρόπον. Ἡτοι ἀπὸ τοῦ ἴσου. ἴσον γὰρ ὁ κατήγορος σπουδάζει δεῖξαι τὸ πεπραγμένον τῷ ἀπειρημένω ὑπὸ τοῦ νόμου· ἀπὸ δὲ τοῦ ἐναντίου, ἐπειδὴ ὁ φεύγων ἔρει, ὅτι ὁ τὴν ἀριστείαν τιμήσας μισεῖ καὶ τιμωρεῖται τὸν λειποτάκτην· οὐχ ἁπλῶς.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
