# Scholia Eis Ten Hermogenous Technen 364.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 364.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/364.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/364.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἦν λαμβάνειν οἷον στάσεις, ἰδέαι περὶ στάσεων, περὶ ἰδεῶν· ἐν δὲ τῷ παρόντι βιβλίῳ ἐπειδὴ μηδὲν κοινὸν ὄνομα κεῖται γνωρίμων τούτοις, περὶ ὧν διέξεισιν, ἔστι γὰρ προοίμιον, διήγησις καὶ τἆλλα, ὧν οὐδὲν κοινὸν ὄνομα, τούτων δὲ κοινὸν τι τὴν εὑρεσιν παραδιδῶσιν, εἰκότως ἀπ’ αὐτῆς τῆς εὐρέσεως τὴν ἐπιγραφὴν ἐποίησατο. Ἐξήτησαν δὲ τινες, τί κοινὸν κεφαλαίῳ καὶ εὐρέσει. φαμέν οὖν, ὅτι κεφάλαιόν ἐστι μέρος λόγου ἐκ νοημάτων διαφόρων πρὸς ἕν τι τεινόντων τὸ κατασκευαζόμενον· εὐρεσις δὲ νοημάτων διαφόρων εὐπορία· κοινωνοῦσι δὲ ἀλλήλοις, καθὸ πρὸς ἕνα σκοπὸν τὸ προκείμενον φέρονται. δεῖ γὰρ προσφινῶς τῇ ὑποθέσει ἕκαστερον ἐξετάζεσθαι· εἰ γὰρ ἄλλο μὲν εἴη τὸ ζητούμενον, οἷον στοχασμόν, ἄλλο δὲ τὸ κατασκευαζόμενον, οἷον ἀντιλήψεως κεφαλαίον, ἢ ἑτέρας στάσεως, ἀσύστατον ἂν εἴη τὸ ζήτημα, ἢ ἀμαθὴς ὁ μελετῶν· διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν κεφάλαιον ὡρισμένον ἐστι καὶ ἀεὶ φυλαττόμενον· οἷον ἐπὶ τῆς πραγματικῆς νόμιμον, δίκαιον, συμφέρον· ταῦτα γὰρ πάντα ἐν ἑκάστη πραγματικῇ στάσει ἐμπεσείται, καὶ πᾶς μεταχειριζόμενος αὐτοῖς χρησεται· ἡ δὲ εὐρεσις ἀόριστος καὶ πρὸς τὴν ἑκάστου φαντασίαν ἐγγυνομένη· διὸ οὐ πάντες χρησονται τῇ αὐτῇ, ἀλλ’ οἱ μὲν εὐπορώτερον, οἱ δὲ στενώτερον· εἶτα τὰ μὲν κεφάλαια περιέχει τὰς εὐρέσεις· αἱ δὲ οὐ περιέχουσι ταῦτα, ἀλλὰ περιέχονται· ἔτι τὰ μὲν κεφάλαια ἀπὸ τῶν ἀγῶνων ἀρχόμενα εἰς τοὺς ἀγῶνας καταλήγει, ἡ δὲ εὐρεσις καὶ τῇ παρεκβάσει καὶ τοῖς μέρεσι τοῦ λόγου κεκλήρωται. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· κυρίως δὲ προοίμιον ἔλεγον οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρωδῶν ἐν ἀρχῇ λεγόμενα·

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
