# Scholia Eis Ten Hermogenous Technen 365.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 365.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/365.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/365.1

ΠΡΟΛΕΓΟΜΕΝΑ ΕΙΣ ΕΥΡΕΣΕΙΣ οἴμη γὰρ ἡ ὁδὴ, ἡ ἀπὸ τῆς οἴμου, τουτέστι τῆς ὁδοῦ· τέλος δὲ τοῦ προοιμίου τὸ παρασχεῖν εὐήκοον πρὸς τὰ λοιπὰ τῶν ἀκροατῶν· ἐπεὶ δὲ προσοχῆς ποιητικόν ἐστιν, ἀνάγκη πᾶσα πρὸ τῶν ἄλλων αὐτὸ τάττεσθαι· εἰ γὰρ καὶ ἐν μέσῳ τοῦ λόγου προοιμιά τινα δοκοῦσιν εὑρίσκεσθαι, ἀλλ’ οὐκ εἰσὶ κυρίως προοίμια· ἀλλὰ πολλάκις ἐν τῷ μεταξὺ γνομένου θορύβου ἀνάγκη κατάστασιν ποιήσαι οἷονεὶ προοιμαζόμενον. Ἐν μέντοι τισὶ λόγοις καὶ δυοῖ καὶ τρισὶ προοιμίοις χρησόμεθα· δυοῖ μὲν ὡς ὁ Δημοσθένης ἐν τῷ τρίτῳ τῶν Ὀλυνθιακῶν, ὧν πρῶ-τερον μὲν, ,,οὐχὶ ταῦτά παρίσταταί μοι γινώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι“ καὶ ἔξης. δεύτερον δέ· ,,ὁ μὲν οὖν παρὼν καιρὸς, ὦ ἄνδρες Ἀθηναῖοι.“ τρισὶ δὲ ὡς ὁ αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν. ὧν πρῶτον μὲν, ,,ἐπὶ πολλῶν ἂν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δο-κεῖ μοι.“ δεύτερον δέ, ,,τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθη-ναῖοι, τὴν Φιλίππου ὁμὴν διεξιέναι.“ τρίτον δέ· ,,τὸ μὲν οὖν ἐπιόρχον καὶ ἀπίστον καλεῖν ἄνευ τοῦ τὰ πε-πραγμένα δεικνύναι,“ καὶ ἔξης. Ἰστέον δέ, ὅτι παραιτη-σόμεθα τὸ προοίμιον, ὅταν ἡ εὐνώσωσιν οἱ δικάζοντες ἢ ὀλίγον λάβωμεν ὕδωρ. Τότε γὰρ ὀητῶν ἀναγκαίων διή-γησις ὠφελιμωτέρα, οὐ μὴν δέ, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐν Ἀρείῳ πάγῳ δικαστηρίου χρῆσις προοιμίων οὐκ ἦν. κῆ-ρυξ γὰρ προσεφώνει τῷ εἰσιόντι ,,μὴ προοιμιάζου, μηδὲ ἐπίλεγε.“ ὡσαύτως ἐνώπιον βασιλέως οὐ δεῖ προοιμαζέ-σθαι, ἀλλ’ οὐδὲ βασιλεὺς ἀεὶ προοιμαζεται, ἢ ἀρχιερεύς, τὸ αἰδέσιμον καὶ ἀξιόπιστον ἐκ τοῦ βαθμοῦ κεκτημένοι καὶ μὴ γοητείας λόγων ἐπιδέμενοι· οἱ γὰρ ἀκροαταὶ ὡς

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
