# Scholia Eis Ten Hermogenous Technen 368.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 368.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/368.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/368.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ γῆσαι, ἵνα μὴ κακόνους δόξω τῇ πόλει· ἀλλὰ τὰ δοκοῦντά μοι νῦν συμφέροντα εἰσηγήσασθαι· τῷ δὲ ἐξ ἐπαίνου τῶν ἀκουόντων, ὅταν περὶ ἀκολουθούντων βουλευ- 354 μεθα· οἷον Θεμιστοκλῆς πείσας ἐκλιπεῖν τὴν πόλιν βουλεύεται ἐμπρῆσαι τὸ ἄστυ. φήσει τοίνυν ὁρῶν ὑμᾶς πεπεισμένους, ἐφ’ οἷς μικρῷ πρόσθεν εἰσηγήσαμην, πρόθυμος τὰ νῦν γεγωνῶς ἤκω τὰ τοῖς προτέροις ἐπόμενα συμβουλεύων· ὁμοίως καὶ ὅταν περὶ τινος δυσχεροῦς βουλευόμεθα τῇ τε προβολῇ τοῦ συμφέροντος, καὶ τῷ 10 πρὸς αὐτοὺς ἐπαίνῳ τοὺς δικαστὰς ἐπισπασόμεθα· λέξομεν γάρ, τὴν περὶ πάντα λυσιτελῆ σπουδὴν ὁρῶν ὑμᾶς ἔχοντας, ὦ ἄνδρες ἄριστοι, καὶ τὸ πρόθυμον τὸ περὶ τὰ πρακτέα· χἂν δυσχερῇ μέλλω λέγειν, ἀλλὰ διὰ τὴν ἐξ αὐτῶν γεννησομένην τῇ πατρίδι ὠφέλειαν οὐκ ἄξιον ἔχοι- 15 να σιγῆσαι ὑφορώμενος τὴν ἐκ τῆς ἀγνωμοσύνης διαβολήν· ἐτι καὶ ἐὰν ἐπὶ ὁμογενῶν προβλημάτων τῷ ἡμετέρῳ προβλήματι καὶ ἄλλοτε παρέσχον αὐτοὺς εὐπειθεῖς οἱ ἄρχονταί· οἷον ἄξιον ὑμᾶς ἐπαινεῖσαι, ὦ ἄνδρες ἄριστοι, ἀνθ’ ὧν τοῖς τὰ βέλτιστα συμβουλεύουσι πειθε- 20 σθε. ἐξ ὧν λαβὼν παρόρμησιν καὶ αὐτὸς ἤκω περὶ τῶν ὁμοίων ὑμᾶς πείσειν οἴομενος· ἐξ αἰτίας δέ ἐστι προοίμιον, ὡς τὸ Δημοσθενικόν· „εἰ μὲν περὶ καινοῦ τινος προϋτίθετο λέγειν,“ καὶ ἐξῆς· τὸ δὲ κατ’ ἐπιείκειαν ἀπολογίας, ὡς τὸ Λισχίνου κατὰ Τιμάρχου, „οὐδένα 25 πώποτε γράψας.“ Εὑρίσκεται προοίμιον καὶ ἐκ διαβολῆς τοῦ ἀντιδίκου, ὅταν οὗτος νικήσας πάλιν εἰσιὼν ἀντιλέγῃ σοι, οἷον, τὸ μὲν αὐθάδη καὶ καταφρονητὴν γενέσθαι τοῦτον, ὦ δικασταί, οὐδὲν θαυμαστόν· τὸ γὰρ κρατεῖν ἐκ συνήθειας λαβὼν νομὴν εἴληφε τοῦ ἀντιλέ- 30 γειν ἐν οἷς ἂν αὐτῷ δόξῃ· ἐνθά δὲ ἀντίδικος χρήσεται προοι-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
