# Scholia Eis Ten Hermogenous Technen 377.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 377.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/377.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/377.1

ΣΧΟΛΙΑ ΕΙΣ ΕΥΡΕΣΕΩΝ ΤΟΜ. α. λὴν τὴν ἐπιτυχίαν ἐμφαίνοντα καὶ εὐθέτον τῷ λόγῳ τὴν ἐπαφὴν παρεχόμενα· τὸ 4 δὲ ὀριμέα ἀντὶ τοῦ ἰσχυρά. β. Ἄλλὰ τῶν ἀπ’ ἀρχῆς· ἐντυχὰν τῷ ἐννάτῳ τοῦ τρίτου τόμου τοῦ παρόντος βιβλίου εἴση ὅ φησιν ὁ τεχνικός· διαφέρει 5 δέ, ὅτι 6 ἐν μὲν τῷ ἐξ ὑποδιαιρέσεως προ- 5 οιμίῳ εἰς δύο διαιρῶν τὸ ἐγκλημα, καὶ ἐν ἑκατέρῳ δικαιον εἶναι φησι τὸν κατηγορούμενον δίκην δῦναι. καὶ ἄμφω δὲ πέπραχται· ἡ δὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξ ὑποδιαιρέσεως κατασκευὴ τὸ ἀθρόον διαιρεῖ εἰς ἐλάττονα, μὴ πραχθέντα δέ, ἄξιον ἀποδεικνύσα καὶ ἐν ἐκείνοις, εἰ- 10 περ εἴχον πραχθῆναι, δῦναι τὸν κατηγορούμενον δίκας. γ’. Δημάδης πρεσβεύσας· ὁ Δημάδης διεβάλλετο κακοῦ βίου, ὡς τὸν ἴδιον υἱὸν παρὰ τῷ Φιλίππῳ καταλιπὼν εὐπρεπῇ ὄντα φαύλης ἕνεκεν ὑπολήψεως· διαφέρει 7 δὲ τούτο τὸ προοίμιον τοῦ ἐξ ὑπολήψεως τῆς περὶ τὸν 15 τὸ ἐγκλημα ἔχοντα προοιμίου, οἷον τὴν μὲν ἀσέλγειαν, ᾧ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν· ὅτι ἐκεῖ μὲν οὐχ ἄξιοί περὶ τοῦ προτέρου βίου δῦναι δίκας τὸν ἐγκαλούμενον, ἐνταῦθα δὲ καὶ περὶ ἐκείνου ἄξιοί· ὡρᾶται μέντοι καὶ τούτο τὸ προοίμιον ἐξ ἐκείνου. δ’. Τοῦ ἀθρόου· 20 ἀθρόου 9 ἐνταῦθα τὸ λαμβανόμενον, οὐχ ἐπὶ χρόνον ἕνος, ἀλλ’ ἐπὶ ἐνεστῶτος καὶ μέλλοντος, ἢ ἐπὶ παρωχημένου καὶ μέλλοντος· οὐ γὰρ λεπτολογῶν τὸ ἀδίκημα κατὰ μέρος εἰσάγει, ὡς ἐπὶ τῆς κατασκευῆς τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. ε. Τεταριχευμένῳ· τάρικος λέγεται 10 πᾶν 25 σῶμα τεθνεῶτος ζῴου ἁλοῖ περιτριβὲν διὰ τὸ μὴ ὑπὸ σκωλήκων βιβρώσκεσθαι, καὶ ἄσηπον διαμένειν. ἔθος οὖν παλαιὸν 11 ἦν τὰ σώματα τῶν ἀποβεβιωκότων 12 ταριχεύειν ἐπὶ διαρκεία πόθῳ τῶν συγγενῶν. 13

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
