# Scholia Eis Ten Hermogenous Technen 381.4

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 381.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/381.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/381.4

Σύγκειται δὲ πᾶν προοίμιον ἐκ προτάσεως, καὶ τὰ λοιπά. Ἐξ ἀποδόσεως· ἴστεον, ὅτι ἡ μὲν ἀξίωσις δεῖται τοῦ βοηθήσοντος· ἀξίωσις γάρ ἐστιν ἡ ἰκετεία· ἡ δὲ ἀπόδοσις τὸ προσῆκον κελεύει γίνεσθαι· πολὺ δὲ διἔστηκε τὸ δεῖσθαι τοῦ κελεύειν· ὁ μὲν οὖν κατηγορῶν τινος ὡς κακῶς ὑπ’ ἐκείνου παιδὼν τῇ ἀξιώσει χρῆσεται, ὁ δὲ συμβουλεύων τῇ ἀποδόσει· βάσις δὲ εἴρηται ἀπὸ τοῦ κυριωτέρου· ἐπεὶ γὰρ εἰς αὐτὴν καταλήγει τὸ προοίμιον, εἰκότως βάσις ὀνόμασται. Πολιτικώτερον δὲ φησιν ἀντὶ τοῦ ἐναγωνιώτερον, δικανικώτερον. κατασκευὴ δὲ λέγεται ἡ αἰτία τῆς προτάσεως. β. Ἀπόμενοι τοῦ· ἐὰν προοιμιαζόμενος ἀψῃ καὶ τοῦ πράγματος αὐτοῦ, ἔφοδον ποιεῖς· τοῦτο γὰρ ἡ ἔφοδος καὶ οὐκ ἄλλο, ὡς δηλοῖ καὶ τὸ ὄνομα· ὁδεύει γὰρ ὁ λέγων ἀπὸ τοῦ προοιμίου ἐπ’ αὐτὸ τὸ πρᾶγμα καὶ ἄπτεται αὐτοῦ. πανηγυρικώτερα δὲ ἀντὶ τοῦ φαιδρωτέρα· τὰ γὰρ ἐπιφωνήματα οὐ τῶν ἀγωνιστικῶν, οὐ τῶν ἱστορικῶν, ἀλλὰ τῶν ἐπιδεικτικῶν καὶ θεατρικῶν· πανηγυρικώτεραν δὲ τὴν βάσιν εἶπε γίνεσθαι τῇ τῆς αἰτίας προσθέσει, ἤτοι ὅτι τὰ ἐπιφωνήματα λαμπρότητα ἔχει, ἥτις τῷ πανηγυρικῷ τὸν ὅλον κόσμον παρέχεται· ἢ ὅτι ἐν

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
