# Scholia Eis Ten Hermogenous Technen 387.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 387.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/387.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/387.1

ΣΧΟΛΙΑ ΕΙΣ ΕΥΡΕΣΕΩΝ ΤΟΜ. β' Περί πολέμου καὶ εἰρήνης. Ὁμοίως κἂν πολεμεῖν γράφωμεν τισι· καὶ τὰ λοιπά. Τὸ Κυλώνειον ἄγος. Κύλων εἰς ἥν τῶν ἐν-δόξων Ἀθηναίων, ἀνὴρ Ὀλυμπιονίκης· ἐπιθυμήσας τυ-ραννησαὶ τῶν Ἀθηναίων παρεγένετο ἐπὶ θεοῦ χρηστή-ριον καὶ ἐπρωτά· τοῦ δὲ θεοῦ ἐπιχορήσαντος ἐν τῇ μεγάλῃ ἑορτῇ ἐπιθέσθαι τῇ τυραννίδι, ἀγομένων τῶν Ὀλυμπίων, δοξάσ ταιτὴν εἶναι τὴν μεγάλην ἑορτήν, ἐπέ-θετο καὶ κατέλαβε τὴν ἀκρόπολιν τῶν Ἀθηναίων. Πε-ριχλῆς ἔχων σὺν ἑαυτῷ τοὺς συμπράττοντας ἐπανέστη· ὁ δὲ Κύλων δεῖσας τὸν Περίχλεα συνέθετο, ὅπως ὑπό-σπονδος σὺν ἀδείᾳ κατέλθοι· καὶ γενομένων τῶν σπον-δῶν κατῆλθ ἐκδησάμενος ἀπὸ τοῦ ναοῦ τῆς Ἀθηνᾶς μή-ρινθον, ὡς δὴ ἱχέτης τῆς θεοῦ· οἱ δὲ περὶ τὸν Πε-Λακιδαιμόνος βοήθειαν οὐκ ἔλαβον, διὰ τὸ κεῖσθαι νόμον Λακεδαι-μονίοις, μηδέποτε συγχροτεῖν πόλεμον ᾿πανσελήνῳ μὴ οὔσης, ἀλλ᾿ ὅτε πλησιφαῆς ἡ σελήνη ἐστίν. Οἱ Ἀθηναῖοι οὖν μόνοι συγχροτή-σαντες πόλεμον μετὰ τῶν Μήδων ἤγουν τοῦ στρατοῦ τοῦ Ξέρξου ἤτ-τησαν αὐτοὺς ἥτταν περιφανῆ ἐν Μαραθῶνι πόλει· οἱ Λακεδαιμό-νιοι δὲ ἰδόντες, ποίας νίκης καὶ τροπαίων ἐξέπεσον οὐ μὴν ἀλλὰ καὶ φιλίας τῆς πρὸς τοὺς Ἀθηναίους διὰ τὴν ἀνάγκην τοῦ νόμου, βου-λεύονται λύειν τὸν τῆς πανσελήνου νόμον. — Νόμος ἦν ἀποστέλλο-μένου στρατηγοῦ μὴ ὑποστρέφειν αὐτὸν ἄνευ στρατοῦ. Ἀλκιβιάδης εἰς Σικελίαν πεμφθεὶς στρατηγὸς καὶ μηνυθεὶς παρὰ τῶν Ἀθηναίων ἐπανελθεῖν ἀφῆκε τὸ στρατόπεδον καὶ ἐπανῆλθε, καὶ ἠττήθη μεγά-λως ἐκεῖσε μόνον ἀπολειφθέν τὸ στρατόπεδον· ὕστερον δὲ πάλιν εἰς Κίζικον στρατεύσας καὶ περιφανῆ νίκην ἐργασάμενος καὶ ἐπανελ-θὼν εἰσάγει νόμον, μηδένα στρατηγὸν ἀπὸ τοῦ στρατοπεδίου ἀνακα-λεῖσθαι.

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
