# Scholia Eis Ten Hermogenous Technen 391.1-24

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 391.1 to 391.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/391.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/391.1

αἰτιῶν καὶ τῶν τρόπων ἀποδείξεως δέηται. ε´ Φαι- δροτέρα· ἀντὶ τοῦ πρὸς πάθος ἀπαγωγότερα· τούτεστι πάθος ἐμποιῆσαι δυνάμενη χαρᾶς, φόβου, λύπης, ὀργῆς, καὶ τῶν τοιούτων, ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΝ. Τὸ τρίτον μοι σύνταγμα τοῦτὶ γέγονεν, ᾧ κράτιστε Ἰούλιε Μάρκε, καὶ τὰ λοιπά. Ἡ προ κατασκευή· περὶ πέντε τινῶν λέξεν ἐπ- αγγελάμενος, πρὶν τι τούτων εἰπεῖν, περὶ προκατασκευῆς διέξεισι· προδιδάξας γὰρ περὶ προοιμίων καὶ προκαταστάσεως καὶ διηγήσεως, βουλόμενος διδάξαι περὶ ἀγωνῶν ἤτοι περὶ ἀντιθέσεως καὶ λύσεως, ἅπερ εἰσὶν αἱ εἰσαγωγαὶ τῶν κεφαλαίων καὶ οἱ τρόποι αὐτῶν, δεῖν ἠξίη τὴν χώραν εἰπεῖν τῶν κεφαλαίων, ὡς ἂν μαθόντες ποῦ τίθενται μὴ διαμάρτομεν τῆς εὐσχήμονος πλάσεως τοῦ λόγου· πῶς ἄρα ὀφείλομεν αὐτὰ τιθέναι, καὶ εἰ ἄρα μίαν χώραν ἔχουσιν ἢ δύο ἢ καὶ πλείονας· καὶ πῶς εἰσάγονται· διὸ ἐν τοῖς πρώτοις διδάσκει περὶ προκατασκευ- ῆς· γινώσκων γὰρ ὁ τεχνικὸς ὡς οὐχ ἀεὶ τὴν αὐτὴν χώραν ἔχει ἡ προκατασκευή, δείκνυσιν αὐτοῖς τοὺς διαφόρους τρόπους· ἰστέον δέ, ὅτι ἡ προκατασκευὴ καὶ προέξεις καὶ ἐξέσεις καὶ ἐπαγγελία καὶ ὑπόσχεσις λέγεται, β´. Καὶ οἰκονομίαν οὐχουν ἐρεῖς. ἡ μὲν γὰρ τέχνη μετὰ τὴν διήγησιν ἐπάγειν βούλεται τὴν προκατασκευήν, εἶτα τὴν κατασκευήν· ἡ δὲ οἰκονομία οὐχ

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
