# Scholia Eis Ten Hermogenous Technen 418.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 418.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/418.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/418.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ δὲ μέλλοντα ὡς οὔπω ὄντα, ἧν ὑπ’ ὧνων ἡμῖν ἄγωνται· τὰ δὲ παρόντα ὡς ἐνεστῶτα καὶ δῆλα τοῖς πᾶσιν οὐ διατυποῦνται. Ἵστέον δὲ, ὅτι ὡς ἡ τοῦ μέλλοντος διατύπωσις ἐν τῇ πραγματικῇ μόνῃ ἐμπίπτει· ἄνω δὲ μέρος τὸν παρεληλυθότα φροῖν, ὡς ἔχει τὸ τοῦ Δημοσθένους· „ὅτε γὰρ ἐπορευόμεθα εἰς Δελφοὺς, ἐξ ἀνάγκης τὴν ὄρᾶν ταῦτα πάντα, οἰκίας κατεσχαμμένας, τείχη περιμημένα,“ καὶ ἐφεξῆς. Ἐὰν δὲ παντάπασι τούτο γίνεται ὅταν αἰσχρὸν ἢ τὸ πεπραγμένον, καὶ ὅταν ἀφ’ αὑτοῦ ἰσχύῃ ἐν τῇ διηγήσει. Τοῖς ἐπιούσις ἢ τοῖς ἀπ’ ἀρχῆς ἄχοι τέλους ἢ τοῖς ἐπιλόγοις· ἐν τούτοις γὰρ τοῖς δυοῖν ἡ διασκευὴ γίνεται· μάλιστα δὲ δοκεῖ περὶ τῶν ἐπιλόγων ἐνταῦθα διαλαμβάνειν· ἐνθα καὶ ἔλεον εἰσβολὴ ἢ ἐκβολὴ γίνεται, οἷς ἀρμόδια τὰ τῆς διασκευῆς κῶλα κομματικά τε ὄντα, ἐνίοτε δὲ καὶ ἀσύνετα καὶ πᾶδη κινούται· τὰ γὰρ τῆς κατασκευῆς σχοινωτενῆ καὶ μακρὰ εἰσι. Δεῖ γὰρ πάντως, ὥσπερ ἐκ τῆς ὑποδιαίρεσεως εἰς τὸ πρᾶγμα ἐπάνεισι· οἷον εἰ γὰρ ἀνδρὸς ἦρα, εἰ γὰρ σοῦ αὐτοῦ ἦρα, εὐθὺς ἀνατρέχει ἐπὶ τὸ πρᾶγμα· νῦν δὲ εἰδώλου ἐρῶ· οὕτω καὶ ἐκ τῆς διατυπώσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἡ ἐπάνοδος γίνεται· μετὰ γὰρ τὸ εἰπεῖν· τριακοσίους ἐθυσάτε ὡς ἱερεῖα, ὡς σφάγια, ὡμῶς καὶ ἀνήλειως, ἐπανατρέχει ἐπὶ τὸ πρᾶγμα, τούτους ἐθυσάτε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον. ἢ. Ταυτολογεῖ δὲ· τοὔτεστι ὡςπερ ὁμοίως τῇ ὑποδιαίρεσι ἐκ τῆς διασκευῆς εἰς τὸ πρᾶγμα ἐπανερχόμεθα· οὕτω καὶ ἐκ τῆς τῶν χωρίων ἄγωγῆς εἰς αὐτὸ πάλιν τὸ πρᾶγμα ἐπάνιμεν· ἐστι δὲ χωρίων ἄγωγη τὸ ἐξ ὁμοίων ἱστοριῶν εἰς ἀνατροπὴν ἢ ἔλεγχον τῶν νῦν διασκευαζομένων λαμβανόμενον· οἷον ἀπέ-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
