# Scholia Eis Ten Hermogenous Technen 449.3

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 449.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/449.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/449.3

Ἄπας τοίνυν λόγος ἔννοιάν τἔ ἔχει πάντως τινά, καὶ τὰ λοιπά. Ἡ ἔννοιας· 3 αἱ μὲν γὰρ τῶν ἰδεῶν μονοειδεῖς ἔχουσι τὰς ἔννοιας, ὡς ἡ καθαρότης, αἱ δὲ καὶ μέχρι τριῶν καὶ τεττάρων προέχουσι τόπων, ὡς ἡ σιμνότης καὶ ἕτεραι· μέθοδος δὲ ἐστιν ἡ οἰκονομία, τὸ πῶς δεῖ 15 προσφέρειν τὰ νοήματα, ἥτις ἐστὶ σχῆμα τῆς ἔννοιας· ἀναλογεῖ 4 δὲ ἡ μὲν ἔννοια τῇ ψυχῇ, ἡ δὲ μέθοδος τῇ ταύτης κινήσει· ὡς γὰρ ἡ ψυχὴ ἡρεμοῦσα μὲν οὐδὲν ἀποτελεῖ ἡ ἔννοια, κινοῦμένη δὲ ποιεῖ τι, καὶ τοῦτο καλεῖται μέθοδος, ἡ περὶ τὴν ἔννοιαν· ἥδη δὲ καὶ ἡ λέξις 20 ἀναλογεῖ τῷ σώματι, ὡσπερ ἡ ψυχὴ διὰ τοῦ σώματος ἐνεργεῖ, οὕτω καὶ ἔννοια διὰ τῆς λέξεως, καὶ ὅπερ ἐν τῷ σώματι μορφή, τοῦτο ἐν τῇ λέξει σχῆμα· ἐστὶ δὲ καὶ ἐν αὐτῷ 5 καὶ σύνθεσις ὁμωνύμως λεγομένη καὶ 6 ἀνάπαυσις· ὡσπερ γὰρ τὰ σώματα περατοῦνται, τὸν αὐτὸν 25 τρόπον καὶ τὰ 7 κῶλα τὴν ἀνάπαυσιν ἔχει, καὶ τὸ ἐξ ἀμφοῖν τούτων 8 ὁ ῥυθμός. Ἰστέον, ὡς ἕτεροι τεχνογράφοι τρία φασιν, οὐκ ὀκτά, γνώμην, οἷον τὸν νοῦν,

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
