# Scholia Eis Ten Hermogenous Technen 455.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 455.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/455.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/455.1

ΣΧΟΛΙΑ ΕΙΣ ΙΔΕΩΝ ΤΟΜ. α θοδον καὶ τὰ ἔξης· εἶτα μέρος ἐνταῦθα τὴν περιβολὴν φήσας διὰ τοῦτο ἐπιδιορθούμενος εἶπε, μᾶλλον δὲ εἶδει· γένος μὲν γὰρ τὸ μέγεθος, εἶδὴ δὲ περιβολή, 58 τραχύτης, μέρη δὲ τὰ ὀκτώ· τὸ μὲν γὰρ μέρος καθ’ αὐτὸ οὐ συνίσταται χωρὶς ἑτέρου, οἷον κεφαλή, χεῖρ· τὸ δὲ εἶδος ἀρκεῖ ἑαυτῷ πρὸς σύστασιν, ὥσπερ καὶ ἡ περιβολὴ ἀρκεῖ ἑαυτῇ, ὡς ὑποκατιῶν 59 ἐρεῖ. εἰ μὲν οὖν ὡς ὅλον τι λάβοιμεν 60 τὸ μέγεθος, μέρος ἐστιν ἡ περιβολή, εἰ δὲ ἐκεῖνο γένος, αὕτη εἶδος. β’. Καὶ τὰ μὲν ὑψηλά· 61 καὶ γὰρ Ἰσοκράτης ἔργον ἔγραψεν εἶναι 10 ῥητορικῆς τὰ μὲν σμικρὰ μεγάλως εἰπεῖν, τὰ δὲ μεγάλα σμικρῶς· καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς. γ’. Πασῶν αὐτῶν· αἱ γὰρ τοι 62 τῆς καθαρότητος ἔννοιαι κώλοις καὶ σχήμασι πολλάκις τοῖς τῆς λαμπρότητος ἢ περιβολῆς παρ’ αὐτῷ διαπλέκονται, καὶ 15 τοὐναντίον αἱ τῆς περιβολῆς ἔνναιαι διὰ τῶν τῆς καθα- 382 ρότητος καὶ τῆς εὐχρειας ἐξάγονται σχημάτων, πανταχοῦ τὴν μίξιν ἐναρμόνιον τοῦ ῥήτορος ποιουμένου. δ’. Πλεονάζειν δ’ ἔφην· πλεονασμὸν λέγει ἐνταῦθα, ἐπειδὴ τὸ πλεονάζειν καὶ ἐν πλήθει ἐστὶ καὶ ἐν δυνά- 20 μει, οὐ τὸ πλήθος τῶν ὀκτὼ μορίων τῆς ἰδέας, ἀλλὰ τὴν δύναμιν· οἷον ἐπὶ τῆς τραχύτητος ἡ λέξις καὶ τὸ σχῆμα καὶ δύο μὲνα ὄντα ἰσχυρότατα 63 εἰσὶ παρὰ τὰ λοιπὰ πάντα· κοινονοοῦσιν οὖν αἱ ἰδέαι κατὰ τὰ μόρια ἀλλήλαις· γίνεται δὲ ἑκάστη ἰσχυρὰ οὐκ ἐκ τῶν κοινῶν, 25 ἀλλ’ ἐκ τῶν ἰδίων· ἐκεῖνα γὰρ αὐτὴν χαρακτηρίζειν ὅτι μάλιστα δύναται, 64 ἄ καὶ κριώτατα ἑκάστης ἰδέας φήσιν· ὥσπερ ἡ σφοδρότης τῇ τραχύτητι κατὰ μὲν ἔννοιαν

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
