# Scholia Eis Ten Hermogenous Technen 482.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 482.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/482.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/482.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ σθαι, καὶ παραβῆναι τὴν τέχνην διὰ τὴν ὕλην τῆς ὑποθέσεως, καὶ ὁ Αἰσχίνου Ἀηλιαχὸς ὁμοίως ἔχει καὶ εἰ νοθεύεται. γ'. Ὁ ἥλιος ἀπελαυνόμενος τοῦτο ἐν τῇ δευτέρᾳ φησιν ὁ Ἡρόδοτος, βουλόμενος δεῖξαι τὴν αἰτίαν τῆς τοῦ Νείλου ἀναβάσεως· φησὶν οὖν, ὅτι ὁ ἥλιος χειμῶνος πρὸς τὰ νοτιώτερα καὶ τὰς ἀρχὰς τοῦ Νείλου πορευόμενος καὶ κατὰ κορυφὴν αὐτῶν γινόμενος ἕλκει ἐφ' ἑαυτὸν τὸ ὕδωρ, καὶ τῇνικαῦτα ἐλάττων ἑαυτοῦ ὁ ποταμὸς ῥεῖ ἢ τοῦ θέρους. δ. Καὶ ὅτι ἐπικλύσει τῆς γὰρ γῆς πολλάς ἔχούσης, ὡς φασί, ῥωχμὰς καὶ διασφαγὰς τὸ ὕδωρ εἰσδυόμενον τίκτει πνεῦμα, εἶτα τὸ πνεῦμα στενοχωρούμενον ποιεῖ τὴν κίνησιν δι' ἑτέρου τόπου, καὶ οὐχ ὧθεν τὸ ὕδωρ εἰσφορεῖται διαφορούμενον. ε. Νόμος ἐστίν· ἐν ταῖς κατὰ Ἀριστογείτονος Δημοσθένης φησίν, ὅτι „νόμος ἐστὶν εὖφημα μὲν καὶ δῶρον θεῶν, δόγμα δ' ἀνθρώπων σοφῶν, ἐπανόρθωμα δὲ τῶν ἔκουσιῶν καὶ ἀκούσιῶν ἀδικημάτων, πόλεως δὲ συνθήκη κοινὴ, καθ' ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει.“ ζ. Οἶον Ἴακχος· τὰ περὶ τοῦ Ἴακχου Ἡρόδοτός φησιν ἐν τῇ ὀγδόῃ· ὡς τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξου τὴν Ἀττικὴν δηοῦντος Ἀθηναίων ἔρημον οὖσαν, Ἀθηναῖός τις τὸν ὄνομα Λίκαιος φυγὰς παρὰ τοῖς Μήδοις ὧν λέγεται ἰδεῖν κοινιορτὸν χωροῦντα ἀπ' Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστα που τρισυρίων· ἀποθανμαζεῖν τε τὸν κοινιορτὸν αὐτὸν καὶ τὸν Λακεδαιμόνιον Δημάρατον συνόντα αὐτῷ τινῶν ποτε εἶν ἀνθρώπων, καὶ δὴ φωνῆς ἀκούειν, καὶ τὴν φωνὴν τὸν μυστικὸν Ἴακχον εἶναι φαίνεσθαι, καὶ τὸν Δημάρατον ἀμήτον ὄντα τῶν ἐν Ἐλευσῖνι ἱερῶν, τί ἂν εἴη τοῦτο, φάναι, τὸ φθεγγόμενον· τὸν δὲ εἰπεῖν ὅτι τὴν ἑορτὴν ταύτην

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
