# Scholia Eis Ten Hermogenous Technen 488.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 488.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/488.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/488.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΜΑΛΑΝΟΥΛΟΥ σεν ἡδονῆς. ἡ. Ἡ τε ὀνομαστικὴ· ὡς παρὰ τῷ Θουκυδίδῃ ἀπὸ τοῦ μέλλειν ἡ μέλλησις, καὶ ἀπὸ τοῦ κωλύειν ἡ κώλυσις καὶ κωλύμη, καὶ ἀπὸ τοῦ 392προσεβείνειν ἡ πρόσεβνεσις. μετοχικὰ δέ ἐστι τὸ σωφρονῶν, πολιορκῶν, εὐεργετῶν· ἀντωνυμικὰ δὲ ἡμέτεροι, σφέτεροι· ἀρμόζει δὲ τὰ ὀνόματα μᾶλλον ἢ τὰ ῥήματα τῷ σемуτῷ λόγῳ· διότι τὰ μὲν ὀνόματα οὐσίαν σημαίνει, τὰ δὲ ῥήματα ἐνέργειαν· ὅσῳ τοίνυν οὐσία κυριώτερον ἐνεργείας, τοσοῦτῳ καὶ τὰ ὀνόματα τῶν ῥημάτων· ἢ οὕτως, ὀνομαστικὴν φησιν, ὅταν τὸ ῥῆμα εἰς ὄνομα καὶ ῥῆμα διαλύηται· οἷον ἀντὶ τοῦ ἐγραψε γραφὴν ἐποίησατο, ἢ γραφὴ ἐχρήσατο, ἢ γραφὴ αὐτῷ γέγονε, καὶ τὰ τοιαῦτα· ἡ ὀνόματα μὲν λέγει τὰ προσηγορικὰ, οἷον τὸ τόλμα· ὀνομαστικὰ δὲ τὰ ἐπίθετα· οἷον τὸ ἀλόγιστος· τὸ δὲ διὰ μετοχῶν τοιούτων ἂν εἴη· ὅταν ἔχωμεν δύο ἢ τρία ἢ καὶ πλείω ῥήματα, δυνάμεθα πάντα πλὴν τοῦ τελευταίου ποιεῖν μετοχάς· οἷον ἀντὶ τοῦ εἰπεῖν ὁ δεῖνα ἠγωνίσσατο καὶ ἐνίκησε καὶ ἐστεφανώθη, δυνάμεθα οὕτω προενεγκεῖν, ὁ δεῖνα ἀγωνισάμενος καὶ νικήσας ἐστεφανώθη· τὸ δὲ καὶ δι’ ἀντωνυμιῶν εἴη ἂν καὶ αὐτὸ τοιούτον, οἷον οἱ Πυθαγόρειοι περὶ αὐτοῦ τοῦ Πυθαγόρου οὐκ ἔλεγον, ὡς ὁ Πυθαγόρας ἔφη τόδε, ἀλλ’ αὐτὸς ἔφη, τὸ αὐτὸς σемуτὸν τοῦ κυρίου ὀνόματος οἴομενοι· ὡσαύτως κἂν Ἀχιλλεὺς περὶ Πατρόκλου πεσόντος λέγῃ· „ποθῶ τὴν κεφαλὴν ἐκείνην,“ σемуτὸν ἂν ποιεῖ τὸν λόγον, ἢ εἰ λέγοι, ποθῶ τὴν Πατροκλείαν κεφαλὴν· τὸ γὰρ ἐκείνην ἐμφαντικὸν ἐστι μεγέθους τι-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
