# Scholia Eis Ten Hermogenous Technen 495.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 495.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/495.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/495.1

ΣΧΟΛΙΑ ΕΙΣ ΙΛΕΩΝ ΤΟΜ. á ὅθεν καὶ ἐπὶ ταύτης τῆς ἰδέας ἀφαιρουμένη ἡ μέθοδος ἀφανίζει τὴν ἐννοιαν. ἐπὶ γὰρ τῆς καθαρότητος τυχὸν καὶ τῶν ἄλλων μένει καθαρά ἡ ἐννοια, χἂν ἡ μέθοδος μὴ ἡ καθαρά· ἢ καὶ ἄλλως ἐστιν εἰπεῖν, ὅτι αἱ μὲν ἀπὸ ἐλαττόνων προσώπων πρὸς μείζονα πρόσωπα ἐπιτιμήσεις, τραχύτητος ἐννοiai εἰσι· τὸ δὲ ἀπαρακαλύπτως καὶ μὴ λειαινόντα ταύτας εἰσάγειν μεθόδον· ὥστε διήρηται χἂνταῦθα ἡ ἐννοια καὶ ἡ μέθοδος. β. Τῆς Ἀριστογείτονος κρίσεως· ἡ ἐπιστολὴ περὶ ἀφέσεως ἐπιγέγραπται ἐν ᾗ γέγραπται ὅτι Ἀριστογείτων μὲν τῶν ἀρπαλείων χρημάτων τι λαβὼν ἠθωώθη, αὐτὸς δὲ ὁ Δημοσθένης ἐφυγε. γ. Τὸ γὰρ τῷ τοιούτῳ· τούτεστι τῷ ἀδωροτάτῳ ἐμοί· ἐν δὲ τῇ περὶ τῆς ἰδίας καθόδου ἐπιστολῇ γράφει τοῦτο τῇ βουλῇ καὶ τῷ δήμῳ. δ. Τῷ πρὸ αὐτοῦ· πρὸ αὐτοῦ μὲν ἐστι τὸ, „ἐμοὶ μὲν ἂν εὖ οἶδ’ ὅτι συμφορὰ φανείη, κακία δὲ οὐδεμία“· τῇ τύχῃ γὰρ ἐνταῦθα δοκεῖ τὴν αἰτίαν τῆς φυγῆς ἀνατιθέναι· μετ’ αὐτὸ δὲ τὸ „ἧν τῷ μεταγνῶναι λύσατε“ πρόξεστι μὲν γὰρ τούτῳ, ὡς αὐτὸς φησι, τραχύτητός τι διὰ τὸ προστακτικὸν σχῆμα τὸ, λύσατε· τῷ δὲ δοκεῖν ἰκετεύειν

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
