# Scholia Eis Ten Hermogenous Technen 516.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 516.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/516.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/516.1

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ λέγης τόπον, ἀλλὰ καὶ τὰ παρακολουθοῦντα τῷ τόπῳ σημεῖα, οἷον ἐν τῷ περὶ Ἀλονήσου „καίτοι Χερόνησου οἱ ὄροι εἰσίν, οὐχ ἄγορα, ἀλλ’ ὁ βωμὸς τοῦ Ἀδὸς τοῦ ὁρίου· καὶ ποῦ ὁ βωμός; ὅς ἐστι μεταξὺ Πτελεοῦ καὶ Λευκῆς Ἀχτῆς.“ εἶτα πάλιν ἄλλο σημαντικόν· „οὐ ἡ διωρυχὴ Χερόνησόν ἐμελλεν ἔσεσθαι.“ καὶ ὅταν ὡς ἐν εἰκόνι προάγῃς τὸν λόγον· ὡς ἐν τῷ κατὰ Μειδίου φησίν, „ἰσχυρὸς τις ἦν, μέλας“ κατὰ δὲ τὸ σχῆμα ἐνέργεια γίνεται, ὅταν καθ’ ὑπόθεσιν λέγωμεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· „σέρε ἂν δὴ δή πέμψας εἰς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ,“ καὶ τὰ ἕξης· καὶ αἱ πλάσεις ἐνεργείας εἰσίν, ὡς ἐν τῷ κατ’ Αἰσχίνου· „καὶ γὰρ ὡς ἀληθῶς ἔσται τις λόγος περὶ ὑμῶν, εἰ τοῦτον ἀφήσετε. Ἀδήνηθεν ἐπρέσβευσάν τινες ὡς Φιλίππον τούτῳ, Φιλοκράτης, Αἰσχίνης, Φρύνων, Δημοσθένης.“ κατὰ δὲ λέξιν ποιεῖ ἐνέργειαν τὰ πληκτικὰ τῶν ὀνομάτων καὶ τὰ σημαντικά, οἷον· „ὁράτε ὡς σαφῶς διορίζει καὶ δηλοῖ.“ καὶ πάλιν· „ἀκούετε, ὦ Ἀθηναῖοι, τοῦ νόμου τοῦ λέγοντος σαφῶς.“ κατὰ δὲ ἄλλους καὶ τὰ δεικτικὰ σχήματα ἐνέργη, οἷον· „προπύλαια ταῦτα.“

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
