# Scholia Eis Ten Hermogenous Technen 533.1

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 533.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/533.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/533.1

ΣΧΟΛΙΑ ΕΙΣ ΙΛΕΩΝ ΤΟΜ. β τιῶν διδάσκει, ὅτι ταῦτα ὀνόματι μόνῳ διαλλάττει ταῦτὰ ὄντα. 3 β. Τῷ δικαστηρίῳ· τῷ Ἀρείῳ πάγῳ 4 δηλαδη· οὕτω 5 δὲ ἔχει τὸ Δημοσθενικόν· ἐν μόνῳ δὲ τούτῳ τῷ δικαστηρίῳ δίκας φόνου θεοὶ 6 καὶ δοῦναι καὶ λαβεῖν ἠξίωσαν καὶ δικασταὶ 7 γενέσθαι διενεχθεῖσιν ἀλ- 5 λήλοις, ὡς λόγος λαβεῖν μὲν Ποσειδῶν ὑπὲρ Ἀλιρόοθίου τοῦ υἱοῦ παρὰ Ἄρσος, δικᾶσαι δὲ Εὐμενίσι καὶ Ὀφέστη οἱ δώδεκα θεοί. γ. Διὰ τῶν τῆς γοργότητος· τούτεστι κομματικώτερα τὰ κῶλα ποιῶν καὶ τῶν μερισμῶν τὰς ἀποδόσεις ἐπιταχύνων, ἐγγὺς γὰρ ἐν τῇ προ- 10 τεθέντι Δημοσθενικῷ παραδείγματι ὁ δὲ τοῦ μὲν κεῖται· τὸ δὲ τεμῶν ἀντὶ τοῦ τμητικῷ χρησάμενος σχήματι, ὅπερ ἐν τῷ περὶ γοργότητος ἔφη. Τὰ περὶ τοῦ Πανός. Ἡρόδοτος ἐν ἑκτη 8 φησίν, ὡς οἱ Ἀθηναῖοι μέλλοντες πολεμεῖν τὸν ἐν Μαραθῶνι πόλεμον ἐπεμψαν εἰς 15 Σπάρτην χήρυκα Φειδιπίδην ἡμεροδρόμον· τῷ δὲ παρὰ τὸ Παρθένιον ὄρος τὸ ὑπὲρ τῆς Τεγέας ὁ Πάν περιπίπτει· βοηθῶντα δὲ τοὔνομα τοῦ Φειδιπίδου τὸν Πάνα Ἀθηναίοις κελεύσαι ἀπαγγεῖλαι, ὅτι ἐαυτοῦ μηδεμίαν ἐπιμέλειαν ποιοῦνται εὔνους ὄντος αὐτοῖς καὶ πολ- 20 λαχὴ γενομένου σφίσις ἤδη χρησίμου· τὰ δὲ καὶ ἐσομένου· τὸ δὲ περὶ τοῦ Ἰάχου εἴρηται ἐν τῷ περὶ σμυνότητος· καὶ ἴσως ἄλλα τινά· οἷον 9 τὰ περὶ τῆς γλανκός, ὅτι παρὰ 10 τὸν καιρὸν τῆς συμβολῆς ἐφάνη 11 τὰς Ἀττικὰς ναῦς περιιπταμένη, καὶ τὰ περὶ τῆς περι- 25 στεράς, ὅτι ἐπὶ τῆς 12 Θημιστοκλέους τριήρους ἐφάνη καθεξομένη, ὅθεν καὶ μετὰ τὴν νίκην ἀπάρχου 13 Ἄφρο-

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
