# Scholia Eis Ten Hermogenous Technen 538.2

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen, 538.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/538.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/maximus-planudes/scholia-eis-ten-hermogenous-technen/538.2

τὸ ἥθος αὐτὴν ἀνάγει· καὶ φασὶ τινες, ὡς ἴσως Ἑρμογένης ἐξ ἧδεὶ τὰς ἰδέας, καὶ οὐκ ἀπηρίθμησεν ἐκεῖ τὴν ἀλήθειαν· προσέθηκαν· δ’ ἂν οἱ μεταγραφεῖς· ἰστίον 409 δέ, ὅτι ἀληθινῶς μὲν λέγεται λόγος, ὅτι ὁποῖά ἐστι τὰ πάθη τῆς ψυχῆς, τοιαῦτα καὶ ἐμφαίνει αὐτά· ἐνδιάθετος δὲ ὡς διατιθέμενος τοιῶσδε ἢ τοιῶσδε πρὸς τὰ πράγματα, ὀργιζόμενος· δηλαδὴ ἢ οἰκτείρων. β’. Ἄλλ’ ἴσως τοῦτο· διότι κατὰ ἐπανάληψιν ἐπήγαγε τὴν βαρύτητα τὸ, ,,Ἀνδροτίων ὧ γῇ καὶ θεοί.‘‘ γ’. Ἔχει 10 τινὰ καὶ ἰδίαν· πᾶσαν μὲν γὰρ ἔννοιαν μεθοδεύων δέοντως ὑπὸ τὸν ἐνδιάθετον ἄξεις λόγον τῶν ὁμολογουμένων· δι’ ἃ δὴ καὶ τὴν πλείστην ἔχει περὶ τὴν μέθοδον δύναμιν· διὰ γὰρ ταύτης τὴν πάσης ἰδέας ἔννοιαν ποιήσεις ἀληθινὴν· πλὴν ἔχει, φησὶ, καὶ ἰδίας 15 ἔννοίας τὰς σχετλιαστικὰς· τὸ δὲ ἀλλ’ ἔννοιαι μὲν, τούτεστιν αἱ σχετλιαστικαί· τὸ δὲ σχεδὸν ἀξόητον διὰ τὸ πληθὸς φησίν. δ. Οὐ γὰρ ἀπῆλτει· ἡ αἰτία, ὅτι οὐκ ἠδύνατο παθαίνεσθαι πρὸ τῶν ἀγώνων μηδενὸς ὑπόντος τοῦ χινουμένου αὐτόν· τὸ δὲ ἐξώλης ἀπολοίμην, 20 τοῦτό ἐστι τὸ ἐνδιάθετον διὰ τὸ ἐξαίφνης εἰπεῖν αὐτό. ε. Οὐχ ἴσα σιν οὕτοί σε· τοῦτό ἐστι τὸ ἐνδιάθετον, ὅπερ εἶπε κατὰ ἀποστροφὴν πρὸς τὸν ἀντίδικον ἐξαίρνης· τὰ γὰρ ἄλλα πρὸς τοὺς δικαστὰς ἦν·

---

Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003901.
