# Fragmenta 39

Megasthenes, Fragmenta, Dfhg-Source dfhg2_MEGASTHENES. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/megasthenes/fragmenta/39

Μεγασθένης δὲ περὶ τῶν μυρμήκων οὕτω φησὶν, ὅτι ἐν Δέρδαις, ἔθνει μεγάλῳ τῶν προσεῴων καὶ ὀρεινῶν Ἰνδῶν, ὀροπέδιον εἴη τρισχιλίων πως τὸν κύκλον σταδίων· ὑποκειμένων δὲ τούτῳ χρυσωρυχείων, οἱ μεταλλεύοντες εἶεν μύρμηκες, θηρίων ἀλωπέκων οὐκ ἐλάττους, τάχος ὑπερφυὲς ἔχοντες, καὶ ζῶντες ἀπὸ θήρας. Ὀρύττουσι δὲ χειμῶνι τὴν γῆν· σωρεύουσί τε πρὸς τοῖς στομίοις, καθάπερ οἱ ἀσπάλακες· ψῆγμα δ ̓ ἐστὶ χρυσοῦ μικρᾶς ἑψήσεως δεόμενον· τοῦθ ̓ ἱπποζυγίοις μετίασιν οἱ πλησιόχωροι λάθρα· φανερῶς γὰρ διαμάχονται, καὶ διώκουσι φεύγοντας· καταλαβόντες δὲ διαχρῶνται καὶ αὐτοὺς καὶ τὰ ὑποζύγια. Πρὸς δὲ τὸ λαθεῖν κρέα θήρεια προστιθέασι κατὰ μέρη· περισπασθέντων δ ̓ ἀναιροῦνται τὸ ψῆγμα, καὶ τῷ τυχόντι τῶν ἐμπόρων ἀργὸν διατίθενται, χωνεύειν οὐκ εἰδότες.

---

MEGASTHENES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1489.tlg003.local002/.
