# Fragmenta 4-7

Megasthenes, Fragmenta, 4 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/megasthenes/fragmenta/4

Φησὶν ὁ Ἵππαρχος ἐν τῷ δευτέρῳ Ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρὸν, τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου. Patrocli fidem non hanbendam esse Hipparchus dicit, δυοῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθ ̓ οὓς μὲν τόπους δισμυρίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθ ̓ οὓς δὲ καὶ τρισμυρίων. Τούτους γε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν. Μεγασθένει δὲ τὸ ἀπὸ ἀνατολέων ἐς ἐσπέρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς, ὅ τι περ οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης, μυρίων καὶ ἑξακιςχιλίων σταδίων εἶναι, ἵναπερ τὸ βραχύτατον αὐτοῦ. Τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίην, τοῦτο δὲ αὐτῷ μῆκος γίνεται, καὶ ἐπέχει τριηκοσίους καὶ δισχιλέιους, ἵναπερ τὸ στεινότατον αὐτοῦ. Eratosthenes perstringit Daimachum, qui oblocutus erat Μεγασθένει φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν. Δηιμάχου φήσαντος μηδαμοῦ τῆς Ἰνδικῆς μήτ ̓ ἀποκρύπτεσθαι τὰς ἄρκτους μήτ ̓ ἀντιπίπτειν τὰς σκιὰς ὅπερ ὑπείληφεν ὁ Μεγασθένης.

---

MEGASTHENES, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1489.tlg003.local002/.
