# Testimonia 1.157.1-8

Melissus, Testimonia, 1.157.1 to 1.157.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/1.157.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/1.157.1

μεταξύ. καὶ οὕτως ἄπειρα τὰ ὄντα ἐστί· καὶ οὕτως μὲν τὸ κατὰ τὸ πλήθος ἄπειρον ἐκ τῆς διχοτομίας ἔδειξε. 4. LAERT. Diog. IX 72 οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζ. ὁ Ἐλεάτης καὶ Δημόκριτος κατ’ αὐτοὺς [Pyrrhoneer] σκεπτικοὶ τυγχάνουσιν . . . Ζ. δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων ‘τὸ κινοῦμενον οὔτ’ ἐν ᾧ ἐστὶ τόπῳ κινεῖται οὔτ’ ἐν ᾧ μὴ ἐστί’. Μέλισσος Ἰωαγένους [so B Pcorr.] Σάμιος. οὗτος ἦκονσε Παρμενίδου. (ἀλλὰ καὶ εἰς λόγους ἤλθεν Ἡρακλείτῳ· ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς Ἐρεσίοις ἀγνοοῦσι, καθάπερ Ἰπποκράτης Δημόκριτον Ἀθηναίοις). γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἡξιωμένος· ὅθεν ναύαρχος αἱρεθεὶς ἐπὶ καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν. ἔδοκε δὲ αὐτῷ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἄκινητον καὶ ἐν ὁμοιον ἑαυτῷ καὶ πλήρες· κίνησιν τε μὴ εἶναι, δοκεῖν δὲ εἶναι. ἀλλὰ καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι· μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν. φησὶ δ’ Ἀπολλόδωρος ἡμαχέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα [444—441]. 2. SUID. s. v. Μέλιστος Ἄφροῦ... καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέους χρόνων. οὗτος ἔγραψε περὶ τοῦ Ὄντος. καὶ ἀντεπολιτεύσατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐνανμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι ὀγδοηκοστῇ τετάρτῃ [444—441]. 3. PLUT. Pericl. 26—28 πλεῦσαντος γὰρ αὐτοῦ [Perikles] Μέλισσος 26 ὁ Ἰωαγένους, ἀνὴρ φιλόσοφος στρατηγῶν τότε τῆς Σάμου, καταφρονήσας τῆς ὀλιγότητος τῶν νεῶν ἢ τῆς ἀπειρίας τῶν στρατηγῶν ἐπεισε τοὺς πολίτας ἐπιθέσθαι τοῖς Ἀθηναίοις. καὶ γενομένης μάχης νικήσαντες οἱ Σάμιοι καὶ πολλοὺς μὲν αὐτῶν ἀνδρῶς ἐλόντες πολλάς δὲ ναῦς διαφθείραντες ἔχρωντο τῇ θαλάσσῃ καὶ παρετίθεντο τῶν ἀναγκαίων πρὸς τὸν πόλεμον ὅσα μὴ

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
