# Testimonia 1.164.1

Melissus, Testimonia, 1.164.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/1.164.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/1.164.1

ἐξ ἀνάγκης ἔν εἶναι καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐχ ὂν, κινηθῆναι δ’ οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου. οὐδ’ αὐ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος. τοῦτο δ’ οὐδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν ἀλλ’ ἀπτεσθαι διηρημένου, τοῦ φάναι πολλὰ καὶ μὴ ἔν εἶναι καὶ κενόν, εἰ μὲν γὰρ πᾶντι διαιρετόν, οὐθὲν εἶναι ἔν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν τὸ ὅλον· εἰ δὲ τῇ μὲν, τῇ δὲ μή, πεπλασμένω τινὶ τοῦτ’ ἐοικέναι· μέχρι ποσοῦν γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου καὶ πλήρης ἔστι, τὸ δὲ διηρημένον; ἔτι ὁμοίως φάναι ἀναγκαῖον μὴ εἶναι κίνησιν. ἐκ μὲν οὖν τούτων τῶν λόγων ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν ὡς τῷ λόγῳ δέον ἀκολουθεῖν, ἔν καὶ ἀκίνητον τὸ πᾶν εἶναι φασὶ καὶ ἄπειρον ἔνοι· τὸ γὰρ πέρας περαίνειν ἂν πρὸς τὸ κενόν.

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
