# Testimonia 1.168.1

Melissus, Testimonia, 1.168.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/1.168.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/1.168.1

εἰ δὴ ταῦτα ἐστι, καὶ ἡμεῖς ὁρθῶς ὁρῶμεν καὶ ἀκούο-3μεν, εἶναι χρὴ ἕκαστον τοιοῦτον, οἷόν περ τὸ πρῶτον ἐδόξεν ἡμῖν, καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι ἑτε-ροῖον, ἀλλὰ ἀεὶ εἶναι ἕκαστον, οἷόν περ ἐστίν· νῦν δὲ φαμεν ὁρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι. δοκεῖ δὲ ἡμῖν τὸ τε θερμὸν ψυχρὸν γίνεσθαι καὶ τὸ ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλαχὸν καὶ τὸ μαλαχὸν σκληρὸν καὶ τὸ ζῶον ἀποθνῄσκειν καὶ ἐκ μὴ ζῶντος γίνεσθαι, καὶ ταῦτα πάντα ἑτεροιοῦσθαι, καὶ ὅτι ἤν τε καὶ ὅ νῦν οὐδὲν ὁμοῖον εἶναι, ἀλλ’ ὅ τε σίδηρος σκληρὸς ὢν τῷι δακτύλῳι κατατριβέσθαι ὁμοῦ ὄντων, καὶ χρυσὸς καὶ λίθος καὶ ἄλλο ὅ τι ἰσχυρὸν δοκεῖ εἶναι πᾶν, ἐξ ὕδατός τε γῆ καὶ λίθος γίνεσθαι· ὥστε συμβαίνει μήτε ὁρᾶν μήτε τὰ ὄντα γινώσκειν. οὐ4 τοίνυν ταῦτα ἀλλήλοις ὁμολογεῖ. φαμένοις γὰρ εἶναι πολλὰ καὶ αἰδία καὶ εἴδη τε καὶ ἰσχὺν ἔχοντα πάντα ἑτεροιοῦσθαι ἡμῖν δοκεῖ καὶ μεταπίπτειν ἐκ τοῦ ἑκάστοτε ὁρωμένου. δῆλον τοίνυν, ὅτι οὐχ ὁρθῶς5 ἑωρῶμεν, οὐδὲ ἐκεῖνα πολλὰ ὁρθῶς δοκεῖ εἶναι· οὐ

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
