# Testimonia 2.152.3

Melissus, Testimonia, 2.152.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/2.152.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/2.152.3

[ΑΡΙΣΤΟΤΕΛΟΥΣ] ΠΕΡΙ ΜΕΛΙΣΣΟΥ. c. 1. (1) Αἰδίον εἶναί φησιν εἰ τί ἐστιν, εἴπερ μὴ ἐνδέχεσθαι γενέσθαι μηδὲν ἐκ μηδενός· εἴτε γὰρ ἅπαντα γέγονεν εἴτε μὴ πάντα, αἰδία ἀμφοτέρως· ἐξ οὐδενὸς γὰρ γενέσθαι ἂν αὐτὰ γιγνόμενα. ἁπάντων τε γὰρ γιγνομένων οὐδὲν προϋπάρχειν· εἰτ' ὄντων τινῶν ἀεὶ ἕτερα] προσγίγνοιτο, πλεῖον ἂν καὶ μειζόν τὸ ὄν γεγενέσθαι· ὡς δὲ πλεῖον καὶ μειζόν, τοῦτο γενέσθαι ἂν ἐξ οὐδενός· τῷ γὰρ ἐλάττονι τὸ πλεῖον, (ὡς) οὐδ' ἐν τῷ μικροτέρῳ τὸ μειζόν, οὐχ ὑπάρχειν. (2) αἰδίον δὲ ὃν ἄπειρον εἶναι, ὅτι οὐκ ἔχει ἀρχὴν ὅθεν ἐγένετο, οὐδὲ τελευτὴν εἰς ὃ γιγνόμενον ἐτελεύτησέ ποτε. (3) πᾶν δὲ καὶ ἄπειρον ὃν εἶναι· εἰ γὰρ δύο ἢ πλεῶ εἴη, πέρατ' ἂν εἶναι ταῦτα πρὸς ἄλληλα. (4) ἐν δὲ ὃν ὅμοιον εἶναι πᾶντῃ· εἰ γὰρ ἀνόμοιον, πλεῖω ὄντα οὐκ ἂν ἐτι ἐν εἶναι ἀλλὰ πολλά. (5) αἰδίον δὲ ὃν ἄμετρόν τε καὶ ὅμοιον πᾶντῃ ἀκίνητον εἶναι τὸ ἐν· οὐ γὰρ ἂν κινηθῆναι μὴ εἰς τι ὑποχωρήσαν. ὑποχώρησαι δὲ ἀνάγκην εἶναι ἤτοι εἰς πλήρες ἴδν ἢ εἰς κενόν· τούτων δὲ τὸ μὲν οὐκ ἂν δέξασθαι [τὸ πλήρες], τὸ δὲ οὐκ εἶναι οὐδὲν [ἢ τὸ κενόν]. (6) τοιούτον

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
