# Testimonia 2.155.1.13-22

Melissus, Testimonia, 2.155.1.13 to 2.155.1.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/2.155.1.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/2.155.1.13

(15) ἐπὶ τί κωλύει τὸ μὲν ὅλον ἀγέννητον ὄν ἀπειρον εἶναι, τὰ δὲ ἐν αὐτῶι γιγνόμενα πεπεράνθαι, ἔχοντα ἀρχὴν καὶ τελευτὴν γενέσεως; ἐπὶ καὶ ὡς ὁ Παρμενίδης φησί, τί κωλύει καὶ τὸ πᾶν ἐν ὄν καὶ ἀγέννητον ὅμως πεπεράνθαι, καὶ εἶναι “πάντοθεν εὐκύκλου σφαῖρας ἐναλίγκιον ὄγκωι, μεσοδόθεν ἰσοπαλὲς πάντη· τὸ γὰρ οὔτε τι μείζον οὔτε τι βαιότερον πελέμεν χρεῶν ἐστὶ τῇ ἢ τῇ” [18 B 8, 43–45]. (16) ἔχον δὲ μέσον καὶ ἔσχατα, πέρας ἔχει ἀγέννητον ὄν, ἐπεὶ εἰ καί, ὡς αὐτὸς λέγει, ἐν ἔστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη, τὰ δὲ ὅμοια πάντα. (17) καὶ γὰρ ὅμοιον οὕτω λέγει τὸ πᾶν εἶναι οὐχὶ ὡς ἄλλωι τινί (ὅπερ Ἀναξαγόρας ἐλέγχει ὅτι ὅμοιον τὸ ἀπειρον· τὸ γὰρ ὅμοιον ἑτέρωι ὅμοιον, ὥστε δύο ἢ πλείω ὄντα οὐκ ἂν ἐν οὐδὲ ἀπειρον εἶναι), ἀλλ’ ἴσως τὸ ὅμοιον πρὸς αὐτὸ λέγει, καὶ φησιν αὐτὸ ὅμοιον εἶναι πᾶν, ὅτι ὅμοιομερέες, ὕδωρ ὄν ἅπαν ἢ τῇ ἢ εἰ τι τοιούτον ἄλλο. (18) δῆλος γὰρ οὕτως ἀξίων εἶναι ἐν, τῶν δὲ μερῶν ἕκαστον σῶμα ὄν οὐκ ἀπειρόν ἐστι· τὸ γὰρ ὅλον ἀπειρον. ὥστε ταῦτα περαίνει πρὸς ἄλληλα ἀγέννητα ὄντα. (19) ἐπὶ εἰ αἰδίων τε καὶ ἀπει

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
