# Testimonia 2.159.5

Melissus, Testimonia, 2.159.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/2.159.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/2.159.5

1 εἰ μὲν μηδὲν ἐστι, περὶ τούτου τί ἂν λέγοιτο ὡς ὄντος τινός; εἰ δὲ τί ἐστιν, ἤτοι γινόμενόν ἐστιν ἢ ἀεὶ ὄν. ἀλλ᾽ εἰ γενόμενον, ἤτοι ἐξ ὄντος ἢ ἐξ οὐκ ὄντος· ἀλλ᾽ οὔτε ἐκ μὴ ὄντος οἷόν τε γενέσθαι τι (οὔτε ἄλλο μὲν οὐδὲν ὄν, πολλῷι δὲ μᾶλλον τὸ ἀπλῶς ὄν) οὔτε ἐκ τοῦ ὄντος. εἰ γὰρ ἂν οὕτως καὶ οὐ γίνοιτο. οὐκ ἄρα γινόμενόν ἐστι τὸ ὄν· ἀεὶ ὃν ἄρα ἐστίν. οὐδὲ φθαρήσεται τὸ ὄν· οὔτε γὰρ εἰς τὸ μὴ ὄν οἷόν τε τὸ ὄν μεταβάλλειν (συγχωρεῖται γὰρ καὶ τοῦτο ὑπὸ τῶν φυσικῶν, οὔτε εἰς ὄν. μένοι γὰρ ἂν πάλιν οὕτω γε καὶ οὐ φθεῖροιτο. οὔτε ἄρα γέγονε τὸ ὄν οὔτε φθαρήσεται· ἀεὶ ἄρα ἦν τε καὶ ἔσται. 2 ἀλλ᾽ ἐπειδή τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει· τὸ δὲ ὄν οὐ γέγονεν· οὐκ ἄρ᾽ ἔχει ἀρχήν. ἐτὶ δὲ τὸ φθειρόμενον τελευτὴν ἔχει. εἰ δὲ τί ἐστιν ἄφθαρτον,

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
